ἐχαλκεύσαντο σίφωνά τε καὶ φορμορραφίδα. ἦν δὲ ὁ μὲν σίφων ἐργασθεὶς καθάπερ εἴωθε γίγνεσθαι· τῆς δὲ φορμορραφίδος τὸ μὲν ὀξὺ καὶ πολὺ μέρος εἴργαστο καθάπερ ταῖς ἄλλαις φορμορραφίσιν, ἡ δὲ λαβὴ ἦν κοίλη ὥσπερ στυρακίου ᾗ τὸ στελεὸν ἐμβάλλεται. καὶ παρὰ μὲν τῷ χαλκεῖ ἐνεβλήθη στελεόν, ἀπενεχθέντος δὲ ἐξῃρέθη, ὥστε πρὸς τὴν βάλανον προσαχθεῖσαν ἁρμόσαι. προνοητικῶς δὴ δοκεῖ ποιηθῆναι πρὸς τὸ τὸν χαλκέα μηδὲν ὑποπτεῦσαι ὅ τε σίφων οὗ ἕνεκα ἐργασθεὶς εἴη καὶ ἡ φορμορραφίς, καὶ τὰ ἄρμενα γίγνεσθαι.