<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0058.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="16"><div type="textpart" subtype="section" n="8"><p>διὰ οὖν τὰ πρότερα εἰρημένα λυσιτελεῖ ποτε ἐφεῖναι καὶ ἐᾶσαι τοὺς πολεμίους ὡς πλείστην κατασῦραι τῆς χώρας, ἵνα δὴ λεηλατοῦντες καὶ διαπεπληρωμένοι λαφύρων ῥᾳδίως σοι τὴν δίκην δώσουσιν· τά τε γὰρ ληφθέντα πάντʼ ἂν σῴζοιτο, οἵ τʼ ἀδικήσαντες κατʼ ἀξίαν λάβοιεν τὰ ἐπιτίμια. </p></div><div type="textpart" subtype="section" n="9"><p>ὀξέως δʼ ἂν βοηθήσας τοῖς μὲν σαυτοῦ ἀπαρασκεύοις τε καὶ οὐ τεταγμένοις κινδυνεύοις, οἵ τε πολέμιοι μικρὰ μὲν ἂν φθάσαιεν κακουργήσαντες, ἐν τάξει δʼ ἂν ἔτι ὄντες ἀτιμώρητοι ἂν ἀπέλθοιεν. </p></div></div></div></body></text></TEI>