ἐκ δὲ τούτων εἰκὸς μοχθηροὺς αὐτῶν τοὺς ἀγῶνας καὶ τὴν ἀποχώρησιν συμβαίνειν, ἐάνπερ γε σὺ αὐτοῖς εὐκαίρως ἐπιθῇ. ἡτοιμασμένης γάρ σοι τῆς βοηθείας εἰς τὸν παρηγγελμένον τόπον καὶ ἐσπαρμένων ἤδη τῶν πολεμίων πρὸς ἁρπαγήν, οὕτω χρὴ αὐτοῖς προσκεῖσθαι τοῖς μὲν ἱππεῦσιν προκαταλαμβάνοντα τὰς ἀποχωρήσεις, τοῖς δʼ ἐπιλέκτοις ἐνέδρας ποιούμενον, τοῖς δʼ ἄλλοις κούφοις ἐπιφαινόμενον αὐτοῖς, τοὺς δʼ ὁπλίτας ἀθρόους ἐν τάξει ἄγοντα, μὴ πόρρω δὲ τῶν προπεμφθέντων μερῶν. Ἐπιτίθεσο δὲ τοῖς πολεμίοις ἐν οἷς ἄκων μὲν μὴ μαχήσῃ, μαχόμενος δὲ μὴ ἔλασσον ἕξεις τῶν πολεμίων.