ταῦτα δὲ οὕτως πράττοντες ἀπαρασκευαστοτάτοις ἂν τοῖς πολεμίοις ἐπιθεῖσθε καὶ παρὰ δόξαν τὰ ἀφʼ ὑμῶν αὐτοῖς ἀποβαίη. Ἐν δὲ μὴ ὁμονοούσῃ πόλει καὶ ὑπόπτως πρὸς ἀλλήλους ἐχόντων χρὴ προνοοῦντα εὐλαβεῖσθαι τὰς μετʼ ὄχλου ἐξόδους ἐπὶ θεωρίαν λαμπάδος καὶ ἱπποδρομίας καὶ τῶν ἄλλων ἀγώνων ὅσαι γε ἱεροποιίαι πανδημεὶ ἐκτὸς τῆς πόλεως καὶ σὺν ὅπλοις πομπαὶ ἐκπέμπονται, ἔτι καὶ περὶ τὰς πανδήμους νεωλκίας καὶ τὰς συνεκφορὰς τῶν τελευτησάντων· ἔνι γὰρ καὶ ἐν τοιῷδε καιρῷ σφαλῆναι τοὺς ἑτέρους.