εἰδότες δὲ ὅτι ἄπειρον ὄντα τῆς χώρας οὐ μόνον ἀδύνατον πρᾶξαί τι ὧν θέλει, ἀλλὰ καὶ σωθῆναι χαλεπόν, τῶν γε ἐν τῇ χώρᾳ βουλομένων ἐπιχειρεῖν, πρὸς πάντʼ ἂν ἀτόλμως καὶ δειλῶς διακείμενοι σφάλλοιντο διὰ τὸ μηδὲν τῶν τοιούτων εἰκάζειν. διενέγκοι γὰρ ἂν ἑκατέροις ὅσον εἰ τοῖς μὲν νυκτὸς μάχεσθαι εἰλήχει τοῖς δὲ ἡμέρας, εἰ οἷόν τέ πως ἦν τοῦτο ἅμα γενέσθαι. ὑπάρχοντος δέ σοι ναυτικοῦ, πεπληρῶσθαι τὰς ναῦς· οὐ γὰρ ἐλάσσω τοὺς πολεμίους ὀχλήσουσιν οἱ ἐν ταῖς ναυσίν, ἐάν γε παραπλέον ὑπάρχῃ πρὸς τὰ ἐπιθαλάσσια χωρία καὶ τὰς παρὰ θάλασσαν ὁδούς, ἵνʼ ὑπὸ ὑμῶν τε ὀχλῶνται καὶ ὑπὸ τῶν ἐκ τῶν νηῶν κατὰ νώτου αὐτοῖς τὴν ἀπόβασιν ποιουμένων.