ἂν δὲ μηδὲ ταῦτα ὑπάρχῃ, τῶν λοιπῶν καταλαβεῖν ἐγγὺς τῆς πόλεως χωρία σύμμαχα πρὸς τὸ μάχεσθαί τε πλεονεκτικῶς καὶ εὐαπαλλάκτως ἔχειν τοῦ χωρίου ὅταν βούλῃ ἀπιέναι πρὸς τὴν πόλιν· κἂν οὕτως ἐμβαλόντες οἱ πολέμιοι εἰς τὴν χώραν πρὸς τὴν πόλιν πορεύωνται, κατάρχειν ὑμᾶς τῆς μάχης ἐκ τῶν χωρίων τούτων ὁρμωμένους. τὰς δʼ ἐπιθέσεις αὐτοῖς ποιεῖσθαι ἀεὶ πλεονεκτοῦντα ἐκ τῆς χώρας τῇ συνηθείᾳ· πολὺ γὰρ προέξεις προειδὼς τὰ χωρία καὶ προάγων εἰς τόπους οἵους ἂν σὺ βούλῃ, σοὶ μὲν γνωστοὺς καὶ ἐπιτηδείους καὶ φυλάξασθαι καὶ διῶξαι καὶ φυγεῖν καὶ ἀπιέναι εἰς τὴν πόλιν λαθραίως καὶ φανερῶς— ἔτι δὲ καὶ τὰ ἐπιτήδεια προειδότα ὅπου ἂν τῆς χώρας ὑπάρχῃ ὑμῖν— τοῖς δὲ πολεμίοις ἀσυνήθεις καὶ ἀγνῶτας καὶ λελειμμένους πάντων τούτων.