Τριβαλλῶν ἐμβαλλόντων εἰς τὴν Ἀβδηριτῶν χώραν, ἐπεξελθόντες Ἀβδηρῖται καὶ παράταξιν ποιησάμενοι κάλλιστον ἔργον εἰργάσαντο· συμβαλόντες γὰρ κατέβαλον πολλοὺς καὶ ἐνίκων πλῆθος πολὺ καὶ μάχιμον. οἱ δὲ Τριβαλλοί, ἀγανακτήσαντες τῷ συμβάντι, ἀπαλλαγέντες καὶ ἀναλαβόντες αὑτούς, πάλιν ἀφικόμενοι εἰς τὴν χώραν καὶ ἐνέδρας προκαθίσαντες ἔκειρον τὴν χώραν τὴν Ἀβδηριτῶν οὐ πόρρω τῆς πόλεως, οἱ δὲ Ἀβδηρῖται ὑπερφρονήσαντες αὐτῶν διὰ τὸ προειργασμένον ἔργον ἐπεβοήθουν πανσυδίῃ πάσῃ ῥώμῃ καὶ προθυμίᾳ· οἱ δὲ ὑπῆγον αὐτοὺς εἰς τὰς ἐνέδρας.