ὅπου δὴ λέγεται ἐκ μιᾶς πόλεως, τοσαύτης γε τὸ μέγεθος, πλείστους ἐν ἐλαχίστῳ χρόνῳ ἀπολέσθαι. οὐδὲ γὰρ ἀκούσαντες τὸν ὄλεθρον τῶν πρώτων ἐπεξελθόντων οἱ ἄλλοι ἐπέσχον τῆς βοηθείας, ἀλλʼ ἄλλος ἄλλον παρακαλῶν ἔσπευδεν βοηθεῖν τοῖς ἐπεξελθοῦσι, μέχρι ἠρημώθη ἡ πόλις ἀνδρῶν. Ἄλλη βοήθεια Ὅδʼ οὖν ἄλλος τρόπος βοηθείας βελτίων ἂν εἴη ἐπὶ τοὺς ἐμβεβληκότας.