καὶ ὅπως ἴσως καὶ ἀλύπως τοῖς πλουσίοις ταῦτʼ ἂν γιγνόμενα πράττοιτο καὶ ἐξ οἵων πόρων πορίζοιτο, καὶ περὶ τούτων ἐν τῇ Ποριστικῇ βίβλῳ δηλωτικῶς γέγραπται. Κατασκευασθέντων δὲ τούτων, ἄν τι ἀγγελθῇ ἢ πυρσευθῇ βοηθείας δεόμενον, ἐξιέναι ἐπὶ τὰ κακούμενα τῆς χώρας.