οἷον καὶ Ἡρακλεώταις τοῖς ἐν τῷ Πόντῳ συνέβη. ἐπαγόμενοι γὰρ ξένους πλείονας τοῦ προσήκοντος, πρῶτον μὲν τοὺς ἀντιστασιώτας ἀνεῖλον, ἔπειτα αὑτοὺς καὶ τὴν πόλιν ἀπώλεσαν, τυραννευθέντες ὑπὸ τοῦ εἰσάγοντος τοὺς ξένους. Ξενοτροφία Ἂν δὲ δέῃ ξενοτροφεῖν, ὧδε ἂν ἀσφαλέστατα γίγνοιτο. χρὴ τοῖς ἐν τῇ πόλει εὐπορωτάτοις προστάξαι κατὰ δύναμιν ἑκάστῳ παρασχεῖν ξένους ἕκαστον, τοὺς μὲν τρεῖς, τοὺς δὲ δύο, τινὰς δὲ ἕνα· ἀθροισθέντων δὲ ὅσων ἂν δέοιο, διελεῖν αὐτοὺς εἰς λόχους,