ἐπʼ ἐκείνοις γίγνονται αὐτοί τε καὶ ἡ πόλις. οἷον Χαλκηδονίοις πολιορκουμένοις παρόντες σύμμαχοι ἔπεμψαν φρουρὰν αὐτοῖς οἱ τῶν Χαλκηδονίων σύμμαχοι. βουλευομένων τὰ αὑτοῖς συμφέροντα οὐκ ἔφασαν οἱ φρουροὶ ἐπιτρέψειν, ἐὰν μὴ καὶ Κυζικηνοῖς δοκῇ εἶναι συμφέροντα, ὥστε τοῖς Χαλκηδονίοις τὴν φρουρὰν ἔσω οὖσαν πολὺ φοβερωτέραν εἶναι τῶν προκαθημένων πολεμίων. δεῖ οὖν μήποτε εἰς πόλιν οἰκείαν μείζω δύναμιν ἐπακτὸν δέχεσθαι τῆς ὑπαρχούσης τοῖς πολίταις, ξένοις τε χρωμένην ἀεὶ δεῖ τὴν πόλιν πολλῷ ὑπερέχειν τῆς τῶν ξένων δυνάμεως· οὐ γὰρ ἀσφαλὲς ξενοκρατεῖσθαι καὶ ἐπὶ μισθοφόροις γίγνεσθαι.