<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0058.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="11"><div type="textpart" subtype="section" n="7"><p rend="indent">Πρὸς δὲ ἀντιστασιώτας τοιόνδε ἐπράχθη ἐν Ἄργει. μελλόντων γὰρ τῶν πλουσίων τὴν δευτέραν ἐπίθεσιν ἐπιτίθεσθαι τῷ δήμῳ καὶ ξένους ἐπαγομένων, ὁ τοῦ δήμου προστάτης, προαισθόμενος τὸ μέλλον, τῶν ἐπιθησομένων τινὰς τῶν ὑπεναντίων ὄντων τῷ δήμῳ ἄνδρας δύο προσποιησάμενος φίλους εἶναι ἀπορρήτους, πολεμίους αὑτῷ καθίστησιν αὐτοὺς καὶ ἐποίει κακῶς ἐν τῷ φανερῷ, σιγῇ δὲ τὰ ἐκ τῶν ἐναντίων βουλεύματα ἤκουεν παρʼ αὐτῶν. </p></div><div type="textpart" subtype="section" n="8"><p>ἐπεὶ δʼ ἐν τῷ εἰσάγεσθαι τοὺς ξένους ἦσαν οἱ πλούσιοι, ἅμα δὲ καὶ τῶν ἐν τῇ πόλει τινὲς ἦσαν ἕτοιμοι, καὶ εἰς τὴν ἐπιοῦσαν νύκτα ἔμελλεν τὸ ἔργον ἔσεσθαι, ἔδοξε τῷ τοῦ δήμου προστάτῃ τὴν ταχίστην ἐκκλησίαν συναγαγεῖν καὶ τὸ μέλλον μὴ προειπεῖν, ἵνα μὴ πᾶσα ἡ πόλις ταραχθῇ, εἰπόντα δὲ ἄλλα τε καὶ ὅτι συμφέρον εἴη ἐν τῇ ἐπιούσῃ νυκτὶ σὺν τοῖς ὅπλοις πάντας Ἀργείους παρεῖναι ἐν τῇ αὑτοῦ φυλῇ ὄντας ἕκαστον. </p></div></div></div></body></text></TEI>