τῶν τῆς φρουρᾶς τινες ἄρχοντες σικύας προσβαλόμενοι καὶ τομὰς ἐν τῷ σώματι ποιησάμενοι καὶ αἱματωθέντες ἐξέδραμον εἰς τὴν ἀγορὰν ὡς πληγὰς ἔχοντες, ἅμα δʼ αὐτοῖς εὐθὺς προπαρεσκευασμένοι οἵ τε ἄλλοι στρατιῶται τὰ ὅπλα ἐξηνέγκαντο καὶ τῶν Κορκυραίων οἱ ἐπιβουλεύοντες. τῶν δʼ ἄλλων ἀγνοούντων τὸ πρᾶγμα καὶ εἰς ἐκκλησίαν παρακληθέντων συνελαμβάνοντο οἱ προστάται τοῦ δήμου, ὡς ἐπαναστάσεως γενομένης ἐξ αὐτῶν, καὶ τὰ ἄλλα μεθίστασαν πρὸς τὸ συμφέρον αὑτοῖς.