ὁμότροπον δέ τι τούτῳ καὶ πάλαι ἐν Λακεδαίμονι γενέσθαι. μηνυθείσης γὰρ ἐπιβουλῆς τοῖς ἄρχουσιν ὅτι ὅταν ὁ πῖλος ἀρθῇ ἐπιθήσονται, ἔπαυσαν τοὺς ἐγχειροῦντας ἐπιθέσθαι, κήρυγμα ἀναγγείλαντες τοὺς τὸν πῖλον μέλλοντας ἆραι μὴ ἆραι. Ἐν Κορκύρᾳ δὲ ἐπανάστασιν δέον γενέσθαι ἐκ τῶν πλουσίων καὶ ὀλιγαρχικῶν τῷ δήμῳ (ἐπεδήμει δὲ καὶ Χάρης Ἀθηναῖος φρουρὰν ἔχων, ὅσπερ συνήθελεν τῇ ἐπαναστάσει) ἐτεχνάσθη τοιόνδε.