ξένους τοὺς ἀφικνουμένους τὰ ὅπλα ἐμφανῆ καὶ πρόχειρα φέρειν, καὶ εὐθὺς αὐτῶν παραιρεῖσθαι, καὶ αὐτοὺς μηδένα ὑποδέχεσθαι, μηδὲ τοὺς πανδοκέας, ἄνευ τῶν ἀρχόντων, τοὺς δὲ ἄρχοντας ἀπογράφεσθαι καὶ παρʼ ᾧ τίνες, ὅταν κατάγωνται. τὰς δὲ νύκτας ὑπὸ τῶν ἀρχόντων τὰ πανδοκεῖα ἔξωθεν κλείεσθαι. διὰ χρόνου δέ τινος, ὅσοι ἂν ταλαπείριοι αὐτῶν ὦσιν, ἐκκηρύττεσθαι. ὁμόρους δὲ ἢ κατὰ παίδευσιν ἢ κατʼ ἄλλην τινὰ χρείαν ἐπιδημοῦντας ἀπογράφεσθαι.