ὅπλα οἷς ἐστιν ἑνὸς πλείω ἀπογράφεσθαι, καὶ ἐξάγειν μηδένα μηδὲν ὅπλον, μηδὲ ἐνέχυρον δέχεσθαι. στρατιώτας μὴ μισθοῦσθαι μηδὲ ἑαυτὸν μισθοῦν ἄνευ τῶν ἀρχόντων. ἐκπλεῖν μηδένα ἀστῶν μηδὲ μέτοικον ἄνευ συμβόλου, τά τε πλοῖα προπαρηγγέλθαι ὁρμίζεσθαι καθʼ ἃς πύλας ἐν τοῖς ἐχομένοις ῥηθήσεται.