εἴ τις βούλεται ἀπιέναι, μὴ ἀρεσκόμενοι τοῖς παροῦσιν, ἐξεῖναι ἀπαλλάττεσθαι· ἀλλʼ ὕστερον πεπωλήσεται· τὰ δʼ ἐλάσσω τούτων ἀδικήματα, κατὰ τὸν νόμον τὸν προκείμενον δεσμὸς ἡ ζημία. ἐὰν δέ τις φαίνηται βλάπτων τι τὸ στράτευμα, διαλύων τὸ στρατόπεδον, θάνατος ἔστω ἡ ζημία. μετὰ δὲ ταῦτα τῶν ἄλλων τάξεων ἐπιμέλειαν ποιητέον. καὶ πρῶτον ἐπισκεπτέον εἰ ὁμονοοῦσιν οἱ πολῖται, ὡς ἂν ὄντος μεγίστου τούτου ἀγαθοῦ ἐν πολιορκίᾳ· εἰ δὲ μή, τῶν τὰ ἐναντία φρονούντων τοῖς παροῦσι πράγμασι καὶ μάλιστʼ ἂν ἡγεμόνας τε καὶ αἰτίους γενομένους ἐν τῇ πόλει πράξεώς τινος μεθιστάναι αὐτοὺς ἀνυπόπτως μετὰ προφάσεως εὐλόγου ἐκπέμποντα ἄλλῃ ὡς πρέσβεις τε καὶ ἐπʼ ἄλλας δημοσίας ἐργασίας.