ἐὰν δὲ μὴ ᾖ τέκνα, τῷ ἐγγυτάτω γενομένῳ. καὶ ἐάν τις τῶν συνόντων τῷ φυγάδι ἢ μονάρχῳ ἢ στρατηγῷ πράξῃ τι τῶν προκειμένων ἀποδίδοσθαι καὶ κάθοδον αὐτῷ εἶναι· διὰ γὰρ ταῦτα προχειροτέρως ἂν ἐγχειροῖεν. ἐν δὲ ξενικῷ στρατοπέδῳ τοιάδ̓, ἀναγγείλαντα σιγήν, πάντων ἀκουόντων κηρῦξαι.