ἐξοπλισίας τε πυκνὰς ποιεῖσθαι, καὶ ξένους τοὺς ἐνδήμους τὸν καιρὸν τοῦτον μεθίστασθαι εἰς χωρίον ῥητὸν ἢ κατʼ οἶκον διατελεῖν· ᾗ δὲ ἂν ἄλλῃ φαίνηται, ζημίαν προκεῖσθαι ὡς ἀδικοῦντι. ὅταν τε σημήνῃ, τούτοις τὰ ἐμπόρια καὶ πρατήρια κλείεσθαι, καὶ τὰ λύχνα κατασβέννυσθαι, καὶ τῶν ἄλλων μηδένα ἔτι παρεῖναι·