ταῖς δὲ δημοσίαις ἀφικνουμέναις πρεσβείαις ἀπὸ πόλεων ἢ τυράννων ἢ στρατοπέδων οὐ χρὴ ἐν αὑτοῖς τὸν ἐθέλοντα διαλέγεσθαι, ἀλλʼ ἀεὶ παρεῖναί τινας τῶν πολιτῶν τοὺς πιστοτάτους, οἳ μετʼ αὐτῶν συνδιατελοῦσιν μέχρις ἂν ἐνδημῶσιν οἱ πρέσβεις. καὶ ὧν ἂν σπανίζῃ ἡ πόλις, σίτου ἢ ἐλαίου ἢ ἄλλου τινός, τῷ εἰσάγοντι κατὰ πλῆθος τῶν εἰσαγομένων τόκους προκεῖσθαι καὶ στέφανον δίδοσθαι εἰς τιμήν, τῷ δὲ ναυκλήρῳ ἀνολκὴν καὶ καθολκήν.