ἡγεμὼν δὲ καὶ ἐπιμελητὴς αὐτῶν ἔστω τά τε ἄλλα φρόνιμος καὶ εὔρωστος, καὶ ᾧ ἂν πλεῖστοι κίνδυνοι εἶεν μεταβολῆς γενομένης. τῶν δὲ λοιπῶν τοὺς ῥωμαλεωτάτους ἡλικίᾳ καὶ νεότητι ἐκλέξαντα ἐπὶ τὰς φυλακὰς καθιστάναι καὶ τὰ τείχη, τὸ δὲ περιὸν πλῆθος μερίσαντα πρὸς τὸ μῆκος τῶν νυκτῶν καὶ τῶν φυλάκων τὸ πλῆθος κατανεῖμαι,