τὰ δὲ τειχήρη καὶ πολιτοφυλακήσοντα πρὸς μὲν τὰ τοιαῦτα οὐδὲν δεῖ συντετάχθαι, πρὸς δὲ τοὺς ἐν τῇ πόλει τόπους καὶ τὸν παρόντα κίνδυνον. πρῶτον μὲν οὖν αὐτῶν ἀπονεῖμαι δεῖ τοὺς φρονιμωτάτους τε καὶ ἐμπείρους μάλιστα πολέμου, οἳ περὶ τοὺς ἄρχοντας ἔσονται·