Τὴν οὖν τῶν σωμάτων σύνταξιν σκεψαμένους πρὸς τὸ μέγεθος τῆς πόλεως καὶ τὴν διάθεσιν τοῦ ἄστεος καὶ τῶν φυλάκων τὰς καταστάσεις καὶ περιοδίας, καὶ ὅσα ἄλλα σώμασι κατὰ τὴν πόλιν χρηστέον, πρὸς ταῦτα τοὺς μερισμοὺς ποιητέον. τοὺς μὲν γὰρ ἐκπορευομένους δεῖ συντετάχθαι πρὸς τοὺς ἐν τῇ πορείᾳ τόπους, ὡς χρὴ πορεύεσθαι παρά τε τὰ ἐπικίνδυνα χωρία καὶ ἐρυμνὰ καὶ στενόπορα καὶ πεδινὰ καὶ ὑπερδέξια καὶ ἐνεδρευτικά, καὶ τὰς τῶν ποταμῶν διαβάσεις καὶ τὰς ἐκ τῶν τοιούτων παρατάξεις·