Περὶ τῶν κάτω γένυν κινούντων μυῶν. Τέσσαρες συζυγίαι μυῶν τὴν κάτω γένυν κινοῦσιν· ἀνατείνοντες μὲν οἵ τε κροταφῖται καλούμενοι καὶ οἱ ἔνδον τοῦ στόματος. εἰς δὲ τὰ πλάγια παράγοντες οἱ κατὰ τὰς γνάθους, οὓς μασσητῆρας ὀνομάζουσιν ἀπὸ τῆς χρείας τοὔνομα θέμενοι, κατασπῶντες δὲ οἱ λοιποὶ δύο. ἀλλ’ οὗτοι μὲν στενοί τέ εἰσι καὶ προμήκεις· ἀρχόμενοι μὲν ὄπισθέν τε καὶ κάτωθεν τῶν ὀστῶν, διὰ δὲ τοῦ τραχήλου πρόσω φερόμενοι, κἄπειτα εἰς ταυτὸν ἀλλήλοις ἰόντες, ἵνα δὴ καταφύωνται τῇ γένυι διανοίγοντες αὐτὴν, ἐπειδὰν ταθῶσιν. οὗτοι μόνοι συμπάντων μυῶν σαρκώδη μὲν ἔχουσιν ἄμφω τὰ πέρατα, τὸν μέσον δὲ ἀκριβῆ τένοντα. τῶν δὲ ἄλλων τριῶν συζυγιῶν εὐρώστων τε ἅμα καὶ μεγάλων οὐσῶν οἱ μὲν κροταφῖται καθήκουσιν, εἴς τε τὰς κορώνας ἄκρας τῆς γένυος εἷς ἑκατέρωθεν, εἴς τε τὴν γένυν αὐτὴν περὶ τὴν ἔκφυσιν τῆς κορώνης ἰσχυραῖς ἀπονευρώσεσιν ἐμφυόμενοι δι’ ὧν τήν τε γένυν ἀνασπῶσι καὶ κλείουσι τὸ στόμα· καὶ διὰ τοῦτο καὶ τούτους τοὺς μῦς ἐνίοτε μασσητῆρας ὀνομάζουσιν οὐχ οἱ νεώτεροι μόνον, ἀλλὰ καὶ οἱ παλαιοὶ τῶν ἰατρῶν, ὥσπερ καὶ Ἱπποκράτης. ἵνα δὲ πρῶτον ἀποβλαστάνουσιν οἱ αὐτῶν εἰρημένοι τένοντες ἐγκάρσιον ὀστοῦν ἔξωθεν ἐπιβέβληταί τε καὶ περιβέβληται ζύγωμα προσαγορευόμενον. Περὶ τῆς τρίτης συζυγίας τῆς κλειούσης. Οἱ δ’ ἐντὸς τοῦ στόματος μύες ἐπιβεβήκασι μὲν τοῖς πλατέσι καὶ κοίλοις τῆς κάτω γένυος, ἀνατείνονται δὲ ἐπὶ τὴν ὑπερώαν ἐμφυόμενοι τοῖς ἐνταῦθα κοίλοις ὀστοῖς ἃ περιλαμβάνουσιν αἱ πτερυγώδεις ἐκφύσεις. ἔστι δὲ αὐτοῖς ἐνταῦθα καὶ τένων τις εὔρωστος, ὅλον δὲ τὸ πλάγιον μέρος τῶνδε τῶν μυῶν συμπέφυκε τοῖς κροταφίταις. καὶ μέντοι καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχουσιν αὐτοῖς ἀνασπῶντες ἐκ τῶν ἔνδον μερῶν τὴν κάτω γένυν. ἔνιοι μὲν αὐτοὺς μέρος τι τῶν κροταφιτῶν εἶναι νομίζουσιν, ὥσπερ Μαρῖνος, ἔνιοι δὲ ἀποχωρίζουσιν ἰδίως, καθάπερ Αἰλιανὸς καὶ Πέλοψ. ὁ Λύκος δὲ ὅλως ἀγνοήσας αὐτοὺς ἐπιτιμᾷ τοῖς τέτταρας εἶναι λέγουσι τοὺς κροταφίτας. Περὶ τῶν μασσητήρων τῶν τριγώνων. Οἱ λοιποὶ δὲ δύο μύες ἔξωθεν μὲν ἐπιβέβληνται τῷ μήκει τῆς κάτω γένυος, παραφερόμενοι δὲ καὶ καταφερόμενοι ταῖς δύο κεφαλαῖς αὐτῶν πρός τε τὸ μῆλον ἀνατείνονται καὶ τὸ ζύγωμα, δύο κατ’ ἀλήθειαν ἑκατέρωθεν ὄντες καὶ οὐχ εἷς· ἀλλήλων γὰρ διαδέχονται τὴν ἐν ταῖς μασσήσεσιν ἐνέργειάν τε καὶ χρείαν· ὁ μὲν εἰς τὸ πρόσω τὴν γένυν κινῶν, ὁ δὲ εἰς τοὐπίσω. καὶ μὲν δὴ καὶ εἰς τοὺς κροταφίτας οἱ μύες οὗτοι συμφύονται κατὰ τοῦ ζυγώματος ἔνδον. Περὶ τῶν εἰς τὰς ὠμοπλάτας τῆς κεφαλῆς ἐμφυομένων. Πρώτως πάντων ἀφαιρεθέντος τοῦ μυώδους πλατύσματος ἐκ τοῦ κατὰ τὸ ἰνίον αὐτοῦ τῆς κεφαλῆς ἐκφυόμενοι φαίνονται δύο μύες ἀλλήλων ψαύοντες εἶς ἑκατέρωθεν· ὁ μὲν ἐκ τῶν δεξιῶν μερῶν τοῦ ζώου, ὁ δὲ ἐκ τῶν ἀριστερῶν. ἔστι δ’ ἡ ἔκφυσις αὐτῶν ἰσχνὴ καὶ πλατεῖα κατὰ γραμμὴν ἐγκαρσίαν ἐπὶ τὰ ὦτα φερομένη· οὐ μὴν ἐξικνεῖταί γε πρὸς ἑκάτερον τῶν ὤτων, ἀλλ’ ἔλαττόν ἐστι συχνῶς. ἐντεῦθεν ὁρμηθέντες οἱ δύο μύες ἀεὶ καὶ μᾶλλον πλατύνονται καὶ τελευτῶντες ἐμφύονται ταῖς ῥάχεσι τῶν ὠμοπλατῶν ἄχρι τοῦ καθ’ ἑκάτερον ἀκρωμίου συνεπιλαμβάνοντές τι καὶ τῶν κλειδῶν. τούτους τοὺς μῦς ἰδεῖν ἔστι καὶ ἐπὶ τῶν γυμναστικῶν ἐναργῶς καὶ πρὸ τῆς ἀνατομῆς. εὐτραφέστατοι γὰρ γίνονται καὶ σύμπαντα καταλαμβάνουσι τὸν αὐχένα. τὸ δὲ ἔργον αὐτῶν οὐχ ὥσπερ οἴεται Λύκος ἅμα πολλοῖς ἐξαπατώμενος· οὐ γὰρ κατασπῶσιν ἐπ’ ὠμοπλάτας τὴν κεφαλὴν, ἀλλ’ ἐκείνας ἐπὶ τὴν κεφαλὴν ἕλκουσιν. ἀποδείκνυται δὲ τοῦτο διὰ τῶν ἀνατομικῶν ἐγχειρήσεων. ἔνθα καὶ περὶ πολλῶν ἄλλων κινήσεων ἠγνοημένων τοῖς ἔμπροσθεν ἰατροῖς ἐπὶ πλέον διέξιμεν, ὡς ἂν καὶ τὴν μέθοδον ἥτις ἂν ἕκαστος εὑρίσκῃ διδάσκοντες. μετὰ δὲ τὴν τῶν προειρημένων μυῶν ἔκφυσιν ἀποτμηθεῖσαν ὑπόκειταί τις ἑτέρα συζυγία μυῶν ἰσχνῶν καὶ μακρῶν λεπτὴ μὲν καὶ πλατεῖα κατὰ τὴν ἔκφυσιν, ἀεὶ δὲ ἐν τῷ προϊέναι στρογγυλωτέρα γινομένη καὶ τελευτῶσα εἰς τένοντα λεπτὸν, καταφύεται κατὰ τὴν ἀρχὴν τῆς βάσεως τῆς ὠμοπλάτης ἀκριβῶς στρογγύλον οἷονπερ νεῦρον. ὅστις ἐκ τῶν ἔνδον μερῶν παραφερόμενος τῇ βάσει καὶ προελθὼν ἄχρι τοῦ ἡμίσεως αὐτῆς, οὕτως ἤδη τὴν ἔκφυσιν εἰς αὐτὸ τὸ τῆς βάσεως ὀστοῦν ποιεῖται. ἡ χρεία δὲ αὐτοῦ τῆς ὠμοπλάτης τὴν βάσιν κατ’ εὐθὺ ἀνέλκειν τῆς κεφαλῆς, οὐδὲ τοῦτον οἱ περὶ τὸν Λύκον ἔγνωσαν τὸν τένοντα. Περὶ τῶν ὠμοπλάτην κινούντων μυῶν. Ἑπτὰ μύες εἰσὶν οἱ κινοῦντες ἑκατέραν τὴν ὠμοπλάτην· δύο μὲν ἀπ’ ἰνίου καταφερόμενοι λοξοὶ, περὶ ὧν ἔμπροσθεν εἷπον· ἕτερος δὲ τρίτος ἀπὸ τῆς εἰς τὸ πλάγιον ἐξοχῆς τοῦ πρώτου σπονδύλου, τέταρτος δὲ ἀπὸ τοῦ τὸν λάρυγγα περιέχοντος ὀστοῦ· καὶ δύο ἄλλοι τὴν ἔκφυσιν ἐκ τῆς κατὰ τὸν νῶτον ἀκάνθης ἔχοντες. ἕβδομος δὲ ἀπὸ τῆς ὀσφύος ἀναφερόμενος ἐπὶ τὴν κατ’ ὦμον διάρθρωσιν μέγιστος μῦς, οὗ τὴν φύσιν ἅπασαν ἐν τοῖς ἑξῆς διηγήσομαι κατ’ ἐκεῖνο τοῦ λόγου τὸ μέρος, ἔνθα δίειμι περὶ τῶν κατ’ ὦμον ἄρθρον κινούντων μυῶν. ἐκφύεται δὲ ὁ μὲν ἐκ τοῦ πρώτου σπονδύλου τὴν ἔκφυσιν ἔχων εἰς τὸ τῆς ὠμοπλάτης ῥάχεως πέρας, ὅσον ὑψηλόν ἐστι πρὸς τὸ ἀκρώμιον σχεδὸν εἰς τὸ τρίτον που μέρος ὅλης αὐτῆς. ἔστι δὲ σαρκοειδής τε καὶ ἥκιστα πλατὺς ὁ μῦς οὗτος καὶ προσάγει τὴν ὠμοπλάτην τοῖς πλαγίοις μέρεσι τοῦ τραχήλου. τούτου τοῦ μυὸς οὐ τὴν ἐνέργειαν μόνην ὁ Λύκος ἠγνόησεν, ἀλλὰ καὶ τὴν ἔκφυσίν τε καὶ τὴν κατάφυσιν οἰόμενος ἄρχεσθαι μὲν αὐτὸν ἀπὸ τῶν στηλοειδῶν τοῦ κρανίου ἐκφύσεων, ἥκειν δὲ ἐπὶ τὸ ἀκρώμιον. ὁ δὲ ἐκ τοῦ περιέχοντος ὀστοῦ τὸν λάρυγγα τὴν ἔκφυσιν ἔχων εἰς ἐκεῖνο μάλιστα τῆς κατ’ ὠμοπλάτην ὑψηλῆς ἐμφύεται πλευρᾶς, ἔνθα ἡ ἀρχὴ τῆς ἀγκυροειδοῦς ἀποφύσεώς ἐστι, στενὸς δὲ καὶ μακρὸς ὁ μῦς οὗτος ὑπάρχει καὶ προσάγει τὴν ὠμοπλάτην εἰς τὸ πρόσω τοῦ τραχήλου πρὸς τὴν ἰδίαν ἀρχὴν, ὅπερ ἁπάντων ἐστὶ κοινὸν τῶν μυῶν· ὁ δὲ ἀπὸ τῶν πλευρῶν τε καὶ τῆς ὀσφύος εἰς τὴν κατὰ τὸν ὦμον διάρθρωσιν ἀναφερόμενος μῦς τῇ τε βάσει τῆς ὠμοπλάτης ὁμιλῶν ὅλῃ καὶ τοῖς σιμοῖς τοῖς κατὰ τὴν ταπεινοτέραν πλευρὰν κάτωθέν τε καὶ πρόσθεν ἐφ’ ἑαυτὸν ἐκ τούτων τῶν λαβῶν ἐπισπᾶται τὴν ὅλην ὠμοπλάτην εἴς τε τὰ κάτω καὶ πρόσω. οἱ δ’ ὑπόλοιποι δύο μύες, οὓς μόνους οἴεται Λύκος τὴν ὠμοπλάτην κινεῖν, ὁ μὲν ἐπιπολῆς ἐξ ἁπάντων ἐκφυόμενος τῶν τοῦ θώρακος σπονδύλων εἰς τὸ κάτω μέρος ἐμφύεται τῆς ῥάχεως αὐτῆς, ὁ δὲ ὑπ’ αὐτῷ κείμενος ἐκφύεται μὲν ἐκ τῶν ἑπτὰ τοῦ θώρακος σπονδύλων· καὶ προσέτι τῶν ἐν τῷ τραχήλῳ πέντε, καταφύεται δὲ εἰς ὅλον τὸ χονδρῶδες τῆς βάσεως. ἀπάγει μὲν οὖν ἑκάτερος αὐτῶν ὀπίσω τὴν ὠμοπλάτην, ἀλλ’ ὁ μὲν πρότερον ῥηθεὶς ἑαυτῷ κατασπᾷ, ὁ δὲ δεύτερος ὡς ἐπὶ τὸν τράχηλον ἀνέλκει. εἰ δ’ ἄμφω ταθεῖεν, ὀπίσω πρὸς τὴν ῥάχιν, ἀπάγουσιν ὅλην τὴν ὠμοπλάτην, ὡς τοὺς ἑπτὰ τοῦ θώρακος σπονδύλους τοὺς πρώτους, οἷς καὶ παρατέτανται.