Περὶ τοῦ κατὰ τὸν τράχηλον τῆς κύστεως μυός. Σαρκώδης μῦς ἐν κύκλῳ περιβέβληται τῷ τραχήλῳ τῆς κύστεως. τὸ πλεῖστον δὲ αὐτοῦ μέρος ὑποβέβληται κάτωθεν. οὗτος ὁ μῦς κλείει τὸ στόμα τῆς κύστεως ὑπὲρ τοῦ μηδὲν ἐκρεῖν ἀκουσίως, συναπωθεῖ δὲ καὶ τὸ δι’ αὐτοῦ φερόμενον οὖρον. Περὶ τῶν τοῦ αἰδοίου. Δύο μὲν ἔχει πάνυ λοξοὺς καὶ μικροὺς μῦς τὸ αἰδοῖον εἰς τὴν ἔκφυσιν ἐμβάλλοντας αὐτοῦ, δύο δὲ ἄλλους συμφυεῖς ἢ ἕνα διφυῆ σαρκώδη, κατώθεν μὲν ὑποκειμένους αὐτῷ μᾶλλον οὐ μὴν ἀλλὰ καὶ περιλαμβάνοντας ἐν κύκλῳ. τούτων μὲν οὖν εἰς οὐδὲν σαφῶς ὀστοῦν ἀνήκουσιν αἱ κεφαλαὶ, τῶν δ’ ἄλλων δυοῖν εἰς τὰ τῆς ἥβης ὀστᾶ ὀνομαζόμενα, δύνανται δὲ ἅπαντες οἱ προειρημένοι τέσσαρες μύες, τό τ’ ἀῤῥεπὲς ἐν ταῖς ἐκτάσεσι παρέχειν τῷ αἰδοίῳ καὶ τὰς ἐν τῷ διασείειν τε καὶ ἀνασείειν αὐτοῦ κινήσεις.