Περὶ τῶν ῥαχιτῶν μυῶν. Οἱ ῥαχῖται μύες ἄρχονται μὲν ἀπὸ τοῦ δευτέρου σπονδύλου τῶν κατὰ τράχηλον, ἤτοι δὲ τοσοῦτοι τὸν ἀριθμόν εἰσιν, ὅσοιπερ οἱ ἀπὸ τοῦδε σπονδύλου συμφυεῖς ἀλλήλοις ὄντες ἢ εἷς μέγιστος ἑκατέρωθεν τῆς ἀκάνθης ἐκ πολλῶν μυῶν σύνθετος. ἁπάντων δὲ αἱ ἶνες ἀτρέμα τε λοξαὶ τυγχάνουσιν οὖσαι καὶ ταθεῖσαι βραχὺ παρεγκλίνουσιν ἐφ’ ἑαυτὰς ἕκαστον τῶν συνεχόντων σπονδύλων. ὅταν δ’ ἀμφότεροι ταθῶσιν ἔκ τε τῶν δεξιῶν καὶ ἀριστερῶν ἑκάστου σπονδύλων τηνικαῦτα ὀρθὸς καὶ ἀῤῥεπὴς μένων ἀνακλᾶται πρὸς τοὐπίσω. καὶ εἰ καθ’ ὅλην τὴν ῥάχιν οὕτω γένοιτο, μετὰ μὲν μετρίας τῆς τάσεως ἐκτείνεται πᾶσα, βιαιότερον δὲ ταθέντων ἀνακλᾶται πρὸς τοὐπίσω τὴν ἐναντίαν τῇ κυφώσει καλουμένην λαμβάνουσα διάθεσιν. Περὶ τῶν καμπτόντων τὴν ῥάχιν μυῶν. Κατὰ μὲν τὴν ἄνω μοῖραν ἅπασαν μέχρι τετάρτου, ποτὲ δὲ καὶ τοῦ πέμπτου τῶν κατὰ θώρακα σπονδύλων οἱ δύο μύες, οὓς ὑποβεβλῆσθαι τῷ στομάχῳ πρόσθεν εἶπον, οἱ κάμπτοντες τὴν ῥάχιν εἰσί. κατὰ δὲ τὰ κάτω τὰ κατὰ τὴν ὀσφὺν ἡ ἔνδον πᾶσα χώρα μεγίστους ἔχει δύο μύας, οὓς ψόας ὀνομάζουσιν οἱ ἀνατομικοὶ πάντες. ἐκφύονται δὲ ἀνωτέρω τοῦ διαφράγματος οἵδε κατὰ τὸν ἑνδέκατον ἢ δέκατον ἐνίοτε τοῦ θώρακος σπόνδυλον κάμπτοντες τὸ καθ’ ἑαυτοὺς μέρος τῆς ῥάχεως, τὸ δὲ ἐν τῷ μεταξὺ τούτων τε καὶ τῶν προειρημένων, ὅπερ ἐστὶ τοῦ θώρακος τὸ μέσον οὐδένα κέκτηται μῦν ἴδιον, ἀλλὰ τοῖς ἑκατέρωθεν μέρεσι συγκινεῖται. Περὶ τῶν κατ’ ἐπιγάστριον μυῶν. Ὀκτὼ μὲν μύες εἰσὶν οἱ κατ’ ἐπιγάστριον, ἑκατέρωθεν τέσσαρες, ἔξωθεν μὲν ἁπάντων οἱ ἀπὸ τοῦ θώρακος καταφερόμενοι λοξοὶ μέχρι τῶν τῆς ἥβης ὀστῶν μέγιστοι τῶν ἐνταῦθα μυῶν. δεύτερον δὲ ὑπ’ αὐτοὺς οἱ ἀπὸ τῶν λαγόνων ἀναφερόμενοι καὶ τρίτοι τούτοις συνάπτοντες οἱ εὐθεῖς· καὶ τέταρτοι οἱ τῷ περιτοναίῳ συμφυεῖς ἐγκάρσιοι τῇ θέσει. ἀλλ’ οἱ μὲν εὐθεῖς ὅλοι σαρκώδεις εἰσὶν ἀπὸ τοῦ στήθους ἄχρι τῶν τῆς ἥβης ὀστῶν ἐκτεταμένοι· καὶ μέρει μὲν τοῦ ὀμφαλοῦ καὶ μικρὸν ἔτι προσωτέρω παράκεινταί τε καὶ ψαύουσιν ἀλλήλων, τὸ δὲ ἀπὸ τοῦδε συμφύονται καὶ τελευτῶντες εἰς τὰ τῆς ἥβης ὀστᾶ καταφύονται. ἡ κορυφὴ δ’ αὐτῶν ὑμενώδης τένων ἐστὶν ἐπὶ τὴν ἀρχὴν τοῦ θώρακος ἀναφερόμενος· ἀλλ’ ἐπικειμένων αὐτῇ τῶν κατὰ τὸ στῆθος μυῶν ἔλαθεν εἰκότως τοὺς ἀνατομικούς. ἀρθέντων δ’ ἐκείνων ὁ ὑμενώδης τένων οὗτος ἐναργῶς φαίνεται συμπεφυκὼς ἄκρῳ τε τῷ στέρνῳ· καὶ προσέτι τοῖς πλαγίοις αὐτοῦ μέρεσιν ἅπασι. καθ’ ἃ συναρθροῦται τοῖς χονδρώδεσι μέρεσι τῶν πλευρῶν ἄχρι τῆς πρώτης ἀναφερόμενος, ἐξ ἧς ἀνήρτηται. κατὰ δὲ τὴν αὐτὴν ταύτην πλευράν ἐστι καὶ ἄλλη τις σαρκώδης κεφαλὴ τοῦ προειρημένου μυὸς εἰς τὸν αὐτὸν τοῦτον ἐμβάλλουσα τένοντα. τὴν δ’ ἔκφυσιν ἐζευγμένην ἔχει τῇ καταφύσει τοῦ κατὰ τὴν κλεῖν μυὸς τοῦ μικροῦ· καὶ μέντοι καὶ κάτω πρὸς ὑποχόνδριον διάφυσις ὁρᾶται κατ’ αὐτὴν λευκανθίζουσα, μεθ’ ἣν τὸ ἄνω πᾶν ἄχρι τῆς κλειδὸς ἕτερον μῦν ἐγχωρεῖ τίθεσθαι συστέλλοντα τὰς συναρθρώσεις τῶν πλευρῶν. οἱ δὲ ἀπὸ τοῦ θώρακος πρὸς ἐπιγάστριον καταφερόμενοι δύο μύες ἄρχονται μὲν ἀπὸ τῆς ἕκτης ὡς τὸ πολὺ πλευρᾶς. ἐκφύονται δὲ κἀκ τῶν μετ’ αὐτὴν ἁπασῶν ἐκδιεστηκυιῶν ἀρχῶν μίαν καθ’ ἑκάστην πλησίον τῶν χονδροειδῶν, ἔχοντες ἀποφύσεις ἐν τοῖς κάτω μέρεσι τοῦ τε ἔμπροσθεν μυὸς τοῦ θώρακος καὶ τοῦ κατὰ τὰ σιμὰ τῆς ὠμοπλάτης. λεπτυνόμενοι δὲ τοῖς τε κενεῶσι παραφέρονται καὶ τοῖς τῶν λαγόνων ὀστοῖς ἐπιβάλλουσιν εἰς ὑμενώδεις τένοντας τελευτήσαντες. ἐμφύονται δὲ δι’ αὐτῶν τοῖς τε τῆς ἥβης ὀστοῖς καὶ τοῖς βουβῶσι καὶ δὴ καὶ τέτρηνται κατὰ ταύτας καὶ διεξέρχεται διὰ τοῦ τρήματος ὅ τε καταφερόμενος εἰς ἑκάτερον ὅρον μῦς, ᾧ κρεμαστὴρ ὄνομα καὶ σὺν αὐτῷ τό τε σπερματικὸν ἀγγεῖον καὶ φλὲψ καὶ ἀρτηρία καὶ ἡ τοῦ περιτοναίου ἀπόφυσις. ὅσον δὲ πρὸς ἐπιγάστριον αὐτῶν ἀνήκει μέχρι μὲν τῶν προειρημένων μυῶν τῶν εὐθειῶν, ἀποπλύνεται κατὰ βραχύ· τοὐντεῦθεν δὲ εἰς ὑμενώδη τένοντα παυσάμενον ἐπιφύεται τοῖς μυσὶν αὐτοῖς ἔξωθεν, ὡς δοκεῖν ἐκείνων εἶναι ἴδιον σκέπασμα τοιοῦτον, οἷον τοῖς πλείστοις αὐτῶν ὑμένες εἰσίν. ἡ δὲ τρίτη συζυγία τῶν λοξῶν μυῶν ἔμπαλιν τοῖς εἰρημένοις ἔχει τὰς ἶνας ἐκ τῶν κάτω μερῶν ἀναφερομένας λοξάς. ἄρχονται μὲν οὖν ἀπὸ σαρκώδους ἐκφύσεως ἐκ τῶν κατὰ τὰς λαγόνας ὀστῶν, περιέχονται δὲ ἄχρι τῶν εὐθειῶν μυῶν, κἀνταῦθα παύονται τοῖς ἐγκαρσίοις μυσὶ κατὰ τὴν ἄνοδον ἐπιφυόμενοι καὶ τῶν νόθων πλευρῶν τοῖς τέσσαρσι, κατ’ αὐτὰς μάλιστα τὰς χονδρώδεις ἀποφύσεις. ἐπιβάλλει δέ τις καὶ τούτων τῶν μυῶν ὑμενώδης ἀπόφυσις λεπτὴ τοῖς εὐθέσι μυσὶ τοῖς κατ’ ἐπιγάστριον ὑποβεβλημένη τῇ τῶν ἔξωθεν κατιόντων λοξῶν τῶν μεγίστων. ἡ κάτω δὲ αὐτῶν ἀπονεύρωσις ἑνουμένη τῷ τῶν ὑποκειμένων ἐγκαρσίων εἰς τὰ τῆς ἥβης ὀστᾶ καταφύεται, κατὰ τὰ ἔνδον ἤδη πως αὐτῶν μέρη μᾶλλον ὁμοίως τῷ τῶν προειρημένων διατετρημένη. ἔσωθεν δὲ τῶν εἰρημένων οἱ ἐγκάρσιοι μύες εἰσὶν, ἡ λοιπὴ δὲ καὶ τετάρτη συζυγία τῶν ἐπιγαστρίων μυῶν ἀπό τε τῶν κατὰ τὰς νόθους πλευρὰς περάτων ἐκφυόμενοι κατὰ τὰ ἔνδον αὐτῶν μέρη καὶ προσέτι τῆς πλαγίας ἀποφύσεως τῶν ἐν ὀσφύϊ σπονδύλων· εἶθ’ ἑξῆς ὑμενώδει συνδέσμῳ συναπτόμενοι πρὸς τὴν εὐθεῖαν ῥάχιν τοῦ τῆς λαγόνος ὀστοῦ τελευτῶσιν εἰς ἐγκαρσίαν ἀπονεύρωσιν ὑμενώδη τε καὶ λεπτὴν ἐπιπεφυκυῖαν τῷ περιτοναίῳ, καὶ λανθάνει γε τοὺς πλείστους τῶν ἰατρῶν τὸ σύνθετον ἐξ αὐτῶν καὶ τοῦ περιτοναίου περιτόναιον εἷται νομίζοντας. ἀμέλει κἀν ταῖς καλουμέναις γαστροῤῥαφίαις, ὥσπερ ὑμένα διαῤῥάπτουσιν αὐτὸν καὶ γράφοντες ἐν τοῖς ὑπομνήμασιν ὅπως χρὴ ποιεῖσθαι γαστροῤῥαφίαν, ὡς περὶ ὑμένος διαλέγονται. καταλείπει μέντοι τὸ περιτόναιον ἐν τοῖς κάτω μέρεσιν ἡ ἀπονεύρωσις αὕτη· καὶ φαίνεται μὲν ἐκεῖνο μόνον γυμνόν. ἡ δ’ ἀπονεύρωσις ἐκ τῶν ἔξω μερῶν περιβαίνουσα τοὺς εὐθεῖς καὶ σαρκώδεις μῦς ἑνωθεῖσα τῇ τῶν ὑπερκειμένων μυῶν τελευτῇ τοῖς τῆς ἥβης ὀστοῖς ἐμφύεται. τούτων δὲ τῶν ὀκτὼ μυῶν ἡ χρεία τε ἅμα καὶ ἡ κίνησις εἴρηται μὲν ἐπὶ πλέον ἐν τοῖς περὶ χρείας μορίων, εἰρήσεται δὲ καὶ νῦν. τό τε κεφάλαιον ἑκάστης αὐτῶν, εἴς τε τὰς ἐκφύσεις καὶ τὰς καλουμένας καταλήψεις τοῦ πνεύματος καὶ τὰς μεγάλας τε καὶ ὀξείας φωνὰς ἐμέτους τε καὶ διαχωρήσεις γαστρός εἰσι χρήσιμοι. συντελεῖ δ’ αὐτῶν ἡ κάτω μοῖρα καὶ μάλιστα τῶν ἐπιβεβλημένων τῇ κύστει τῇ κατὰ τὴν οὔρησιν ἐνεργείᾳ προστέλλοντες εἴσω τὸ ὑπογάστριον. Περὶ τῶν ἐπὶ τοὺς ὄρχεις καταφερομένων μυῶν. Δύο πρὸς ἑκάτερον ὄρχιν ἀφικνοῦνται μύες ἰσχνοὶ, ἐκφύεται δὲ ὁ μὲν ἐκ τῆς ἥβης, ὁ δὲ ἐκ τοῦ τῆς λαγόνος ὀστοῦ δι’ ὑμενώδους συνδέσμου λεπτοῦ. καταφέρονται δὲ ἐντεῦθεν ὁ μὲν ἔνθεν, ὁ δ’ ἔνθεν διὰ τοῦ καθήκοντος ἐπὶ τὸν ὄρχιν πόρου, κἄπειτα πλατυνόμενοι περιλαμβάνουσι τὸν ἐρυθροειδῆ. τὸ δὲ ἔργον αὐτῶν ἀνατείνειν τὸν ὄρχιν. ὅθεν ἔνιοι κρεμαστῆρας αὐτοὺς ὀνομάζουσι. Περὶ τοῦ κατὰ τὸν τράχηλον τῆς κύστεως μυός. Σαρκώδης μῦς ἐν κύκλῳ περιβέβληται τῷ τραχήλῳ τῆς κύστεως. τὸ πλεῖστον δὲ αὐτοῦ μέρος ὑποβέβληται κάτωθεν. οὗτος ὁ μῦς κλείει τὸ στόμα τῆς κύστεως ὑπὲρ τοῦ μηδὲν ἐκρεῖν ἀκουσίως, συναπωθεῖ δὲ καὶ τὸ δι’ αὐτοῦ φερόμενον οὖρον.