Περὶ τῶν ῥαχιτῶν μυῶν. Οἱ ῥαχῖται μύες ἄρχονται μὲν ἀπὸ τοῦ δευτέρου σπονδύλου τῶν κατὰ τράχηλον, ἤτοι δὲ τοσοῦτοι τὸν ἀριθμόν εἰσιν, ὅσοιπερ οἱ ἀπὸ τοῦδε σπονδύλου συμφυεῖς ἀλλήλοις ὄντες ἢ εἷς μέγιστος ἑκατέρωθεν τῆς ἀκάνθης ἐκ πολλῶν μυῶν σύνθετος. ἁπάντων δὲ αἱ ἶνες ἀτρέμα τε λοξαὶ τυγχάνουσιν οὖσαι καὶ ταθεῖσαι βραχὺ παρεγκλίνουσιν ἐφ’ ἑαυτὰς ἕκαστον τῶν συνεχόντων σπονδύλων. ὅταν δ’ ἀμφότεροι ταθῶσιν ἔκ τε τῶν δεξιῶν καὶ ἀριστερῶν ἑκάστου σπονδύλων τηνικαῦτα ὀρθὸς καὶ ἀῤῥεπὴς μένων ἀνακλᾶται πρὸς τοὐπίσω. καὶ εἰ καθ’ ὅλην τὴν ῥάχιν οὕτω γένοιτο, μετὰ μὲν μετρίας τῆς τάσεως ἐκτείνεται πᾶσα, βιαιότερον δὲ ταθέντων ἀνακλᾶται πρὸς τοὐπίσω τὴν ἐναντίαν τῇ κυφώσει καλουμένην λαμβάνουσα διάθεσιν. Περὶ τῶν καμπτόντων τὴν ῥάχιν μυῶν. Κατὰ μὲν τὴν ἄνω μοῖραν ἅπασαν μέχρι τετάρτου, ποτὲ δὲ καὶ τοῦ πέμπτου τῶν κατὰ θώρακα σπονδύλων οἱ δύο μύες, οὓς ὑποβεβλῆσθαι τῷ στομάχῳ πρόσθεν εἶπον, οἱ κάμπτοντες τὴν ῥάχιν εἰσί. κατὰ δὲ τὰ κάτω τὰ κατὰ τὴν ὀσφὺν ἡ ἔνδον πᾶσα χώρα μεγίστους ἔχει δύο μύας, οὓς ψόας ὀνομάζουσιν οἱ ἀνατομικοὶ πάντες. ἐκφύονται δὲ ἀνωτέρω τοῦ διαφράγματος οἵδε κατὰ τὸν ἑνδέκατον ἢ δέκατον ἐνίοτε τοῦ θώρακος σπόνδυλον κάμπτοντες τὸ καθ’ ἑαυτοὺς μέρος τῆς ῥάχεως, τὸ δὲ ἐν τῷ μεταξὺ τούτων τε καὶ τῶν προειρημένων, ὅπερ ἐστὶ τοῦ θώρακος τὸ μέσον οὐδένα κέκτηται μῦν ἴδιον, ἀλλὰ τοῖς ἑκατέρωθεν μέρεσι συγκινεῖται.