Περὶ τῶν τὸ κατ’ ὦμον ἄρθρον κινούντων μυῶν. Ἐπειδὰν ἀφέλῃς τούς τε κινοῦντας τὴν ὠμοπλάτην μύας καὶ μετ’ αὐτοὺς τὸν ἐν τοῖς σιμοῖς αὐτῆς, ὃν ἄρτι διῆλθον ἀφορώτατον ἤδη τὸν ἀριθμὸν ἁπάντων τῶν κινούντων τὸν βραχίονα μυῶν ἕξεις· ὄντων γὰρ ἁπάντων ἕνδεκα, τρεῖς μὲν ἀπὸ τοῦ στήθους ἐπ’ αὐτὸν ἀναφερομένους θεάσῃ, δύο δὲ ἐκ τῶν κατὰ τὰς λαγόνας χωρίων, πέντε δὲ ἐξ αὐτῆς τῆς ὠμοπλάτης ὁρμωμένους, ἑνδέκατον δὲ ἐπὶ τούτοις ἅπασι τὸν τὴν ἐπωμίδα κατειληφότα. καὶ γὰρ συμφυεῖς ἀλλήλοις εἰσὶν οὗτοι κατὰ τὴν τῆς ὠμιαίας φλεβὸς χώραν καὶ τὰς ἀπονευρώσεις ἐγγὺς ἀλλήλων εἰς τὸν βραχίονα καταφύουσι κατωτέρω τῆς κεφαλῆς εἰς τὸ πρόσθιον αὐτοῦ κατ’ εὐθεῖαν μάλιστα γραμμὴν ἄνωθεν κάτω τεταγμένην· ἰσχνοτέραν μὲν ὁ ἀπὸ τοῦ στέρνου, στρογγυλωτέραν δέ πως καὶ σαρκώδης κἀκ τῶν ἔξω τοῦδε μερῶν ὁ ἀπὸ τῆς ἐπωμίδος. ἡ δὲ ἀρχὴ τῆς ἐκφύσεως τούτων μὲν ἥ τε κλείς ἐστι καὶ ἡ ῥάχις τῆς ὠμοπλάτης καὶ τὰ ἐπιπολῆς χωρία τὰ μετὰ τὴν ὀλίγου δεῖν ἅπαντα τῆς ὠμοπλάτης, ὅσα πρὸς τὴν ταπεινὴν ἐν αὐτῇ ῥέπει πλευράν. τοῦ δὲ ἑτέρου τὸ τοῦ στέρνου ἅπαν ὀστοῦν, ἐντεῦθεν δὲ ὁρμηθέντες ὁ μὲν οἷον ἐσχισμένος ἀμφὶ τὸ ἀκρώμιον ἅπασαν κατείληφε τὴν κεφαλὴν τοῦ βραχίονος. ὁ δέ γε τῇ τε ὠμιαίᾳ φλεβὶ παρατέταται καὶ τὸ πρόσω τῆς μασχάλης τὸ μὴ ἐκφύειν αὐτὸς ἐργάζεται καὶ σχεδὸν ἅπαντα τὰ περὶ τὰ στήθη σαρκώδη ὁ μῦς οὗτός ἐστι· καὶ γὰρ καὶ ὅτι τῆς ὑπ’ αὐτοῦ τέτακται, ἄμεινον δὲ δύο μύας αὐτὸν οὐχ ἕνα τίθεσθαι. ὁ γοῦν ἀπὸ τῶν ἐκ τοῦ στέρνου πεφυκὼς ὁ μικρότερος τῶν ἐν αὐτῷ μυῶν ἀντεστραμμένας πως ἔχει τῇ ὠμοπλάτῃ τὰς ἶνας· εἰς γὰρ τὸ ἄνω μέρος ἀναφέρονται πρὸς τὴν ἰδίαν ἀπονεύρωσιν ἀρχόμενοι κάτωθεν. αἱ δὲ λοιπαὶ πᾶσαι τὴν μὲν ἔκφυσιν ἀνωτέρω τούτων ἔχουσιν ἐξ αὐτοῦ τοῦ στέρνου, φέρονται δὲ ἐπὶ τὴν ἀπονεύρωσιν, ἐγκάρσιαι μὲν αἱ τῶν ὑψηλῶν τοῦ στέρνου μερῶν ἀποφυόμεναι, λοξαὶ δὲ ἀτρέμα αἱ τῶν ταπεινῶν, τῶν δὲ ἄλλων δυοῖν ὁ μὲν ἕτερος ἀπὸ τῆς ἔξω τε καὶ κάτω τούτου τοῦ χώρας ὁρμώμενος κατὰ μὲν τὰ πλεῖστα μέρη συμφυής ἐστι τῷ προειρημένῳ τῷ διφυεῖ τε καὶ μεγάλῳ. τελευτῶν δὲ εἰς ὑμενώδη τένοντα καταφύεται τοῖς πρόσω τοῦ βραχίονος εἰς αὐτὴν μάλιστα τὴν προσθίαν ὀφρὺν τῆς κοιλότητος, ἧς κατείληφεν ἡ μείζων κεφαλὴ τοῦ κατὰ τὸν βραχίονα μυός τοῦ παρεκτεταμένου κατὰ τὴν ἔνδον χώραν τῇ προφανεῖ κατ’ αὐτὸν φλεβί. ὁ δὲ ἕτερος μῦς ὃς οὐδὲ φαίνεται πρὶν ἀνατμηθῆναι τὸν μέγαν ἀπὸ τῶν ἄνω μερῶν γενόμενος, ἐμφύεται μὲν ἔκ τε τοῦ δευτέρου καὶ τρίτου καὶ τετάρτου καὶ πέμπτου καὶ ἕκτου τῶν ὀστῶν, ἀνέρχεται δὲ εἰς αὐτὸ τὸ ὑψηλότατον τῆς ἑτέρας κεφαλῆς τοῦ βραχίονος τὸ πρὸς τῇ κλειδὶ, κἀντεῦθεν ἐμφύεται τῷ περὶ τὸ ἄρθρον ὑμενώδει συνδέσμῳ πολὺ τοῦ προειρημένου μυὸς ἰσχυροτέραν ἔχων τὴν ἀπονεύρωσιν. δύο δὲ οἱ κάτωθεν ἀναφερόμενοι μύες, ὦν ὁ μὲν ἁπάντων ἁδρότατός τε καὶ μήκιστός ἐστι τῶν τὸν βραχίονα κινούντων μυῶν, ὁ δὲ ἰσχνότατος μὲν οὐχ ἥττων τε ἐκείνου τὸ μῆκος· οὗτος μὲν οὖν εἰκότως ἠγνόηται τοῖς ἀνατομικοῖς ἐναφανιζόμενος τῷ δέρματι κακῶς ὑποδερομένῳ. περὶ δὲ τοῦ μεγάλου πάντες ἔγραψαν οἱ μὲν μᾶλλον ἀκριβώσαντες αὐτοῦ τῷ λόγῳ τὴν φύσιν, οἱ δὲ ἧττον. ὁ μὲν οὖν ἰσχνὸς ἔκ τε τοῦ κατὰ τὴν λαγόνα καὶ τὰς νόθας πλευρὰς τοῦ δέρματος ἀναφερόμενος ἐξ αὐτῶν μάλιστα τῶν ὑμένων τῶν ὑπὸ τῷ δέρματι τὴν ἔκφυσιν ἔχει. ἀεὶ δὲ ἐν τῷ περὶ τὴν μασχάλην ἀναφέρεσθαι πάχος τι προσκτώμενος, κἀνταῦθα ἤδη σαφῶς μῦς φαινόμενος εἰς ὑμενώδη τένοντα τελευτᾷ, κατὰ δυοῖν ἐποχούμενος ἑτέρων, οἷς καὶ συμφύεται. γεννᾶται δὲ αὐτῶν ὁ μὲν ἐκ τοῦ ταπεινοτάτου τῶν ἀπὸ τοῦ στήθους μυῶν, ὁ δὲ ἐκ τῆς ἑτέρας μοίρας τοῦ διφυοῦς, ὁ δὲ ὑπόλοιπος τῶν κάτωθεν ἀναφερόμενος μυῶν ἐπὶ τὴν κατ’ ὦμον διάρθρωσιν, ὅσπερ καὶ μέγιστός ἐστιν· ἄρχεται μὲν ἀπὸ τῶν κατὰ τὰς νόθας πλευρὰς σπονδύλων, ἐπιπεφυκὼς δὲ τῷ τε ῥαχίτῃ μυὶ καὶ τῷ πέρατι τῆς κατ’ ὠμοπλάτην, φέρεται πρόσω λοξὸς ἀτρέμα μέχρι τινὸς ἐπιπεφυκὼς τοῖς ἐπικειμένοις μυσὶ τῇ ταπεινῇ τῆς ὠμοπλάτης πλευρᾷ. κἀπειδὰν ἀφίκηται κατ’ εὐθὺ τῆς μασχάλης ὄρθιος ἐπ’ αὐτῆς ἀναφέρεται· κἀνταῦθα διὰ τένοντος οὐκ ἀγεννοῦς ἠρέμα πλατέος ἐμφυὼς τῷ βραχίονι κατὰ τὰ ἔνδον μέρη τῆς ἀπονευρώσεως τοῦ μεγίστου μυὸς τῶν ἀπὸ τοῦ στήθους τριῶν. οὗτος ὁ μῦς συμφύεται δύο μυσὶν, ἑνὶ μὲν ὑπερκειμένῳ κατὰ τὴν μασχάλην αὐτὴν, ἑτέρῳ δὲ ἐπὶ τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἀφικνουμένῳ, περὶ ὧν ἐν τοῖς ἐξῆς εἰρήσεται. οἱ δὲ ἀπ’ αὐτῆς τῆς ὠμοπλάτης ἐμφυόμενοι πέντε μύες εἰς εὖρος τοὺς τένοντας πλατὺ πάντες τελευτῶντες ἐμφύονται καὶ αὐτοὶ τῷ τοῦ βραχίονος μέρει, ὡς συμφυὴς μὲν τῷ προειρημένῳ μυὶ πλησίον τῆς ἀπονευρώσεως ὁ ἐκ τῶν κάτω τῆς ταπεινῆς πλευρᾶς ἀρχόμενος· εἶτα ἐκ τῶν ὀπίσω τε καὶ ἔνδον μερῶν ὑποδυόμενος τὸν βραχίονα, κἄπειτα καταφυόμενος εἰς αὐτὸν ὑψηλοτέρᾳ τε ἄμα καὶ μακροτέρᾳ καὶ ἰσχνοτέρᾳ καὶ συνεχεῖ καταφύσει τῇ τοῦ προειρημένου μυός· αὕτη μὲν οὖν ἐκ τῶν ἔνδον μερῶν ἐστι τοῦ βραχίονος ψαύουσα τῆς προειρημένης ἀπονευρώσεως, ἀνωτέρω δέ ἐστι ταύτης εἰς αὐτὴν ἤδη τὴν κεφαλὴν τοῦ βραχίονος ὁ ἐκ τῶν ἔνδον ἐμφύεται μερῶν τένων τοῦ κατειληφότος μυὸς τὸ σιμὸν τῆς ὠμοπλάτης εὔῤῥωστός τε καὶ πλατὺς ὑπάρχων. ἡ δὲ τοῦ τὴν μεταξὺ χώραν τῆς τε ῥάχεως καὶ τῆς ὠμοπλάτης καὶ τῆς ὑψηλοτέρας πλευρᾶς κατειληφότος ἀπονεύρωσις εἰς αὐτὸ τὸ ὑψηλότατον ἐμφύεται τῇ κεφαλῇ τοῦ βραχίονος οὐ κατὰ τὸ πρὸς τῇ κλειδὶ μόριον αὐτῆς, εἰς ὅπερ ὁ προειρημένος, ἀλλ’ ὅσον ἐκτὸς ἀποτέτμηκεν ἡ μείζων κεφαλὴ τοῦ κατιόντος μυὸς εἰς τὴν κατ’ ἀγκῶνα διάρθρωσιν. συνεχὴς δὲ τῇ προειρημένῃ καταφύσει καὶ ὁ ἐκ τῶν κάτω μερῶν τῆς ἐν ὠμοπλάτῃ ῥάχεως ὁ κατειληφὼς ἅπαν τὸ ἐν μέσῳ χωρίον. αὐτῆς τε καὶ τῆς ταπεινῆς πλευρᾶς ἀπονεύρωσιν ποιούμενος ἐμβάλλει τὸν τένοντα τῇ κεφαλῇ τοῦ βραχίονος ἤδη πως μᾶλλον ἔξωθεν. ὁ δὲ τοιούτῳ συνεχὴς μῦς καὶ τάχα ἂν τὸ μόριον αὐτοῦ δόξας εἰς τὰ ἐκτὸς ἀκριβῶς μέρη τοῦ βραχίονος ἐμβάλλει τὸν τένοντα ἐμφυόμενος ἀπὸ τῶν ἄνω μερῶν τῆς ταπεινῆς ἐν ὠμοπλάτῃ πλευρᾶς σχεδὸν ἐκ τοῦ ἡμίσεως αὐτῆς μέρους, κατὰ τὸ κυριώτατον καὶ ὀξύτατον αὐτῆς. αἱ κινήσεις δὲ αὐτοῦ τοῦ μὲν τὴν ἐπωμίδα κατειληφότος ἀνατείνειν ἄνω τὸν βραχίονα κατ’ εὐθεῖαν μάλιστα γραμμήν. τῶν δὲ ἑκατέρωθεν αὐτοῦ τῶν ἐξ αὐτῆς τῆς ὠμοπλάτης ἐκπεφυκότων ὁ μὲν κατὰ τὴν ὑψηλὴν πλευρὰν ἀνατείνει μὲν, ἀλλ’ ἐκκλίνων ἐπὶ τὰ ἔνδον, τῶν δὲ κατὰ τὴν ταπεινὴν ὁ μὲν μείζων ἀνατείνει μὲν καὶ αὐτὸν, ἀλλ’ ἐπὶ τὰ ἐκτός ὁ δὲ ὡς μόριον αὐτοῦ λοξὸν ἀπάγει πρὸς τὰ ἐκτὸς, διαδέχονται δὲ τὰς κινήσεις ταύτας, ἔνδοθεν μὲν οἱ ἀπὸ τοῦ στήθους ἀνιόντες, εἴτε τρεῖς ἐθέλοις λέγειν εἴτε τέτταρας. ἔξωθεν δὲ ὁ ἀπὸ τοῦ κάτω πέρατος τῆς ταπεινῆς πλευρᾶς ἀναφερόμενος· τῶν μὲν οὖν ἀπὸ τοῦ στήθους μυῶν ἁπάντων προσαγόντων ἔσω τὸν βραχίονα, τὴν μὲν κεφαλὴν αὐτοῦ μᾶλλον ὑψηλότατος ἐπὶ τὰ νῶτα, τὸ δ’ ὅλον κῶλον ὡς ἐπὶ τὸ στῆθος ὁ μέγιστος ὁ διφυὴς προσάγει. ταθέντων δ’ ἀμφοτέρων ὁμοῦ τῶν κατ’ αὐτὸν μυῶν ὁμοτόνως ἀνατείνεται, τῶν τε ἄνω καὶ τῶν κάτω ἡ μέση γίνεται κίνησις. εἰ δὲ ὁ ἕτερος ἐνεργήσειε μόνος, ὑψηλοτέραν τὴν προσαγωγὴν ὁ ὑψηλότερος ἐργάζεται, ταπεινοτέραν δὲ ὁ ταπεινότερος. ὁ δὲ παρὰ τὸν τιτθὸν προσάγει τῷ στήθει τὸν βραχίονα καὶ κατασπᾷ κάτω. ἐπὶ τούτοις δὲ ὁ μὲν ἐπιπολῆς ὁ λεπτὸς ἐπὶ τὰς λαγόνας ἀτρέμα πλάγιον, ὁ δ’ ὑπ’ αὐτῷ μέγιστος εὐθὺ ἀποτείνει παρὰ τὰς πλευρὰς τὸν βραχίονα. τούτων δὲ ἐφεξῆς οἱ λοιποὶ δύο μύες ἀπ’ αὐτῆς τῆς ὠμοπλάτης ἐκδέχονται περιάγοντες ἔξω τε καὶ εἰς τοὐπίσω τὸ κῶλον· ὁ μὲν ἀπὸ τῶν σιμῶν ἐκπεφυκὼς τὴν κεφαλὴν αὐτοῦ περιστρέφων εἰς τοὐπίσω, ὁ δὲ ἀπό τε τοῦ κάτω πέρατος τῆς ταπεινῆς πλευρᾶς ἐκεῖνο μάλιστα τὸ μέρος, εἰς ὅπερ ἐμφύεσθαι λέγεται, πρὸς τοὐκτὸς ἐπάγων. ἀμφότεροι δὲ ἐνεργήσαντες ἅμα τὴν ἐν τῷ καλουμένῳ διπλασιασμῷ περιαγωγὴν ἐργάζονται τοῦ βραχίονος. Περὶ τοῦ μικροῦ μυὸς τοῦ κατὰ τὴν ἐν ὤμῳ διάρθρωσιν. Μικρὸς παντάπασι μῦς ἐγκατακέκρυπται τῇ διαρθρώσει, συνεκφυόμενος μὲν τῇ μικροτέρᾳ κεφαλῇ τοῦ κατὰ τὸν βραχίονα μυὸς τοῦ μεγάλου, καταφυόμενος δὲ εὐθέως ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ἐν τῇ μεταξὺ χώρᾳ τῶν ἀπονευρώσεων τοῦ τε ἀπὸ τοῦ σιμοῦ τῆς ὠμοπλάτης ἐκφυομένου μυὸς καὶ προσέτι τοῦ παραφυομένου πάσῃ τῇ ταπεινῇ πλευρᾷ. τοῦτον τὸν μῦν καὶ μέρος μὲν ἂν τις ἴσως θείη τοῦ κατὰ τὸν βραχίονα μεγάλου μυὸς, οὐ μὴν ἀλλὰ καὶ καθ’ ἑαυτὸν, ἀνατάσει γὰρ λοξῇ βραχύ τι δύναται συντελεῖν. Περὶ τῶν κινούντων τὴν κατ’ ἀγκῶνα διάρθρωσιν μυῶν. Ἡ κατ’ ἀγκῶνα διάρθρωσις ὑπὸ τεττάρων κινεῖται μυῶν ἅπαν ἐν κύκλῳ τὸ τοῦ βραχίονος ὀστοῦν κατειληφότων. οἱ μὲν οὖν πρόσθιοι δύο κάμπτουσι τὸ ἄρθρον οὐκ εὐθεῖαν ἀκριβῶς ἑκάτερος καμπτὴν, ἀλλ’ ὁ μὲν ἔσω παρεγκλίνων, ὁ δ’ ἔξω. καταφύεται γὰρ ὁ μὲν εἰς τὸ τῆς κερκίδος ὀστοῦν, ὁ δὲ εἰς τὸ τοῦ πήχεως συνεπιφυόμενος ἑκάτερος καὶ τῷ περιέχοντι τὴν διάρθρωσιν ὑμενώδει συνδέσμῳ. ταθέντων δὲ ἀμφοῖν ἡ μέση γίνεται κάμψις ἡ τὸν καρπὸν ἐπὶ τὸ ἀκρώμιον ἀνάγουσα. ὁ μὲν οὖν ἔσω μᾶλλον κάμπτων ὁ μείζων μῦς ἐναργῶς ὁρᾶται καὶ πρὸ τῆς ἀνατομῆς ὅλον τοῦ βραχίονος κατειληφὼς τὸ πρόσθιον. ἄρχεται δὲ ἀπό τε τῆς ὑψηλῆς ὀφρύος τοῦ τῆς ὠμοπλάτης αὐχένος καὶ τῆς ἀγκυροειδοῦς ἀποφύσεως, τῇ μὲν ὀφρύϊ διὰ συνδέσμου τινὸς ἰσχυροῦ στρογγύλου συναπτόμενος, τῇ δὲ ἀγκυροειδεῖ δι’ ἑτέρου συνδέσμου λεπτοτέρου τε ἅμα καὶ ἀκριβῶς στρογγύλου. συνεκφύεται δὲ αὐτῷ σαρκοειδής τις οὐσία προσεοικυῖα μικρῷ μυί. αὕτη μὲν οὖν ὑπερβᾶσα τὸ ἄρθρον ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ἐμφύεται. προελθὼν δὲ ἐντεῦθεν ὁ σύνδεσμος δι’ ἄλλης ἀρχῆς ἐμφύεται τῷ βραχίονι τῆς μέσης αὐτῆς χώρας ἀνωτέρω, καθ’ ἃ μέρη τὸ σῶμα αὐτοῦ τοῦ μυὸς ἄρχεται γεννᾶσθαι δεχόμενον εἰς ἑαυτὸ καὶ τὸν ἕτερον σύνδεσμον· ἐντεῦθεν δὲ κατιὼν ὁ μῦς διὰ τῶν ἐμπροσθίων μερῶν τοῦ βραχίονος ἄχρι μὲν ἡμίσεως αὐτοῦ ψαύει, τὸ δὲ ἀπὸ τοῦδε μετέωρος ἐπιβεβλημένος θατέρῳ τῶν ἐνταῦθα μυῶν εἰς τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐμβάλλει, ὁ δὲ ἕτερος ἐκφύεται μὲν τὴν ἀρχὴν ὄπισθεν ἔχων ἐγγὺς τῆς κεφαλῆς τοῦ βραχίονος· ἐνταῦθα δὲ διὰ τῶν ἔξωθεν μερῶν λοξὸς ἐπὶ τὰ πρόσω παραγενόμενος ἄχρι τῆς κατ’ ἀγκῶνα διαρθρώσεως. ἐμφύεται δὲ ὁ μῦς οὗτος εἰς τὸ τοῦ πήχεως ὀστοῦν, ὥσπερ ὁ προειρημένος ὁ μείζων εἰς τὸ τῆς κερκίδος. τῶν δὲ ἐκτεινόντων τὴν κατ’ ἀγκῶνα διάρθρωσιν μυῶν ἡ μὲν ἑτέρα τὴν ἀρχὴν ὑπὸ τῆς ταπεινῆς ἐστι πλευρᾶς τῆς ὠμοπλάτης τοῦ ἡμίσεως, ὅσον ὡς πρὸς τὸν ὦμον ἀναφέρεται, ἡ δὲ ἑτέρα μετὰ τὴν κεφαλὴν τοῦ βραχίονος ἐκ τῶν ὄπισθεν μερῶν αὐτοῦ ἐκπέφυκε. συναμφυεῖσαι δὲ ἀλλήλαις αὗται μέγιστόν σοι δόξουσιν ἐργάσασθαι μῦν ἕνα καταφυόμενον εἰς τὸν ἀγκῶνα τένοντι πλατεῖ· ἀλλ’ εἰ ταῖς ἄνωθεν ἐκφύσεσιν εἴ πως κατὰ τὴν τῶν ἰνῶν εὐθύτητα φανεῖταί σοι διφυὴς ὁ τένων οὗτος, τὸ μὲν ἔξωθεν μέρος ἀπὸ τοῦ προτέρου ῥηθέντος ἔχων μυὸς, τὸ δὲ ἕτερον ἀπὸ τοῦ δευτέρου. ἐκτείνουσι μὲν οἱ μύες ἀμφότεροι τὴν κατ’ ἀγκῶνα διάρθρωσιν, ἀλλ’ ὁ μὲν πρότερος ἅμα τῷ παρεγκλίνειν ἐκτὸς, ὁ δὲ ἕτερος ἔσω καὶ οὗτος ἐπὶ βραχὺ ποιεῖται τὴν ἔγκλισιν. ἡ δὲ περιπεφυκυῖα τὸ τοῦ βραχίονος ὀστοῦν μοῖρα τοῦ δευτέρου ῥηθέντος μυός· ἔστι γὰρ ὥσπερ τις διφυὴς σαρκώδης ὕλη διαμένουσα κατὰ τὸ ὄπισθεν ἐμβάλλει μέρος τοῦ ἀγκῶνος, εὐθεῖάν πως μᾶλλον ἔκτασιν ἐργαζομένη περὶ τὸν πῆχυν εἴσω βραχὺ ῥέπουσα. ἔστι δὲ καὶ ἄλλη τις ἔμφυσις εἰς τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐπὶ τῶν πιθήκων λοξὴν ἐπὶ τὰ ἔξω τὴν ἔγκλισιν ἐργαζομένη· καὶ γὰρ καταπέφυκεν εἰς τὰ ἐκτὸς ὁ τῆς διαρθρώσεως ἀπὸ διαφύσεως ἐγκαρσίας. ἀρχομένη τοῦ μεγίστου τῶν κατὰ τὸν ὦμον μυῶν, ὃν ἀπὸ τῆς ῥάχεως καὶ τῶν πλευρῶν ἔφην ἀνέρχεσθαι. Περὶ τῶν κατὰ τὸν πῆχυν μυῶν, ὑφ’ ὦν ὅ τε κερκὶς καὶ καρπὸς καὶ οἱ δάκτυλοι κινοῦνται. Κατὰ διαφέροντας τρόπους διδασκαλίας ἄλλοτε ἄλλως ὁ ἀριθμὸς δύναται λέγεσθαι τῶν περὶ τὸν πῆχυν μυῶν, ὡς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐδείκνυμεν. ἀκριβολόγου μὲν δεκαεπτὰ, διδάσκειν δὲ βουλομένῳ τοὺς πρώτους ἀρχομένους δεκαπέντε. τεταγμένοι δέ εἰσιν ἐκ μὲν τῶν ἔνδον τοῦ πήχεως ἑπτὰ μύες οὔτε πλείους οὔτε ἐλάττους ἀριθμεῖσθαι δυνάμενοι, κατὰ δὲ τὴν ἔξω χώραν ὁ μὲν ἐλάχιστος ἀριθμὸς ὀκτὼ, διαχωριζομένων δὲ τῶν συμφυῶν μυῶν ὁ πλεῖστος δέκα, μέσος δὲ ἀμφοῖν ὁ τῶν ἐννέα. δῆλον δὲ ὅτι τῆς χειρὸς ἐσχηματισμένης οὕτως ὡς ὑποκεῖσθαι μὲν τὸ τοῦ πήχεως ὀστοῦν, ἐπικεῖσθαι δὲ τὸ τῆς κερκίδος, καθὸ ἢ ἔνδον ἢ ἔξω τι λέγουσι τοῦ πήχεως οἱ ἀνατομικοὶ, κάτωθεν μὲν οὖν ὅλως οὐδεὶς· ὑποτέτακται τῷ πήχει μῦς, ἄνωθεν δὲ ἐπιβέβληται τῇ κερκίδι. περὶ ὧν ἐσφάλησαν ἅπαντες, ἀλλ’ ἡμεῖς γε σαφῶς αὐτὸν ἐξηγησόμεθα τοῖς ἔξω προσνέμοντες ἐννέα τὸν ἀριθμὸν οὖσι χωρὶς τούτων· τοὺς μὲν γὰρ τέσσαρας δακτύλους ἄνευ τοῦ μεγάλου μῦς εἶς μέγας ἐκτείνει κατὰ τὴν μέσην μάλιστα χώραν τεταγμένος ὅλου τοῦ κώλου τέσσαρας ἀποφύων τένοντας εἰς ἕκαστον δάκτυλον ἕνα. δύο δ’ ἐφ’ ἑκάτερα τοῦδε μύες· ὁ μὲν τοὺς μικροὺς δακτύλους ἀπάγει λοξοὺς ἀπὸ τῶν ἄλλων, ὁ δὲ τοὺς ὑπολοίπους τρεῖς τούτοις προσάγει. εἰ δ’ ἀκριβολογεῖς, δύω μύας ἂν εἴποις εἶναι τούτους ἀλλήλοις συμφυεῖς· οὗτοι ἅπαντες ὑφ’ ἑνὸς συνδέσμου καλύπτονται κατ’ αὐτὰς μάλιστα τὰς κεφαλὰς τῶν τενόντων ἐκπεφυκότος τῷ πρὸς τῷ καρπῷ πέρατι, πήχεώς τε καὶ κερκίδος ἑκάστης κεφαλῆς ἰσαρίθμους ἀποφυούσης τένοντας τοῖς κινουμένοις δακτύλοις. ἄλλοι δ’ ἐφ’ ἑκάτερα τούτων ὁ μὲν τῷ πήχει παρατεταμένος ἔξωθεν εἰς τὸ πρὸς τῷ μικρῷ δακτύλῳ μετακάρπιον ἐμφύεται δι’ ἑνὸς τένοντος, ὁ δὲ εἰς τὸ τοῦ λιχανοῦ τε καὶ μέσου διὰ δυοῖν· καὶ τρίτος ἐπὶ τοῖσδε δι’ ἑνὸς εἰς τὸ πρῶτον ὀστοῦν τοῦ καρποῦ τὸ κατὰ τὸν μέγαν δάκτυλον ὑπὸ τούτων τῶν τριῶν ὁ καρπὸς ἐκτείνεται κατὰ μὲν τὸν μικρὸν δάκτυλον ἐγκλινομένης ὡς ἐπὶ τὸ πρηνὲς σχῆμα τῆς ἄκρας χειρὸς, κατὰ δὲ τὸν μέγαν ἐπὶ τὸ ὕπτιον. ὁ μέσος δ’ ἀμφοῖν οἷον μῦς μέσην ἀμφοτέρων ἐργάζεται τὴν ἔκτασιν τοῦ καρποῦ· μέσην ἀμφοῖν καὶ οἱ λοιποὶ δύο μύες, ἐὰν ἐνεργήσωσιν ἅμα τὴν κατάτασιν, ἡ χεὶρ ἄκρα λαμβάνει. τῷ μέντοι κατὰ τὸν μέγαν δάκτυλον κινοῦντι τὸν καρπὸν, ὡς εἴρηται, παραπέφυκεν ἕτερος μῦς, ὡς ἕνα τίθεσθαι ἀμφοτέρους καθήκων εἰς τὸ πρῶτον ὀστοῦν τοῦ μεγάλου δακτύλου καὶ κινεῖ γε αὐτὸν τὴν ἀνάλογον ἐπὶ θάτερα κίνησιν τῇ προειρημένῃ λοξῇ κατὰ τοὺς πέντε δακτύλους, ἣν ἀπὸ τριῶν ἔφην γίγνεσθαι μυῶν. σύνδεσμος δὲ καὶ ταύτας ἀμφοτέρας τὰς κεφαλὰς περιλαμβάνει κατὰ τὸ τῆς κερκίδος ὑψηλὸν καὶ τὰς ἑτέρας δύο τὰς τὸν καρπὸν κινούσας. εἰ δ’ ἄμφω ταθεῖεν ἅμα ἀκλινῆ τὴν ἔκτασιν ὁ μέγας δάκτυλος λαμβάνει. λοιποὶ δὲ τῶν ἔξωθεν τοῦ πήχεως μυῶν εἰσιν ὅ τε ἐμφυόμενος τοῖς ἄνω τῆς κερκίδος μέρεσι λοξὸς ὅλος σαρκοειδής· ὅ τε ἐπικείμενος ἄνωθεν αὐτῇ μακρὸς οὐκ εἰς ἀκριβῆ τένοντα τελευτῶν οὐδ’ αὐτός. διαμένει γὰρ τὸ πέρας αὐτοῦ σαρκοειδὲς ἠρέμα πλατεῖ τένοντι μιγνύμενον ὑμενώδει. καταφύεται δὲ εἰς τὸ κάτω πέρας τῆς κερκίδος τὸ πρὸς τῷ καρπῷ κατὰ τὸ ἔνδον αὐτοῦ μέρος, τὴν κεφαλὴν δὲ ἀνήκουσαν ἐπὶ τὸ τοῦ βραχίονος ὀστοῦν ἔχει. τῶν ἄλλων μυῶν τῶν προειρημένων αἱ ἄνωθεν ἀρχαὶ τόνδε τὸν τρόπον ἔχουσιν· ἐκ μὲν τῆς ἔξω κεφαλῆς τοῦ βραχίονος, ἣν δὴ καὶ κόνδυλον ὀνομάζουσι, τρεῖς ἐκπεφύκασι συμφυεῖς ἀλλήλοις, ὑψηλότατος μὲν ὁ τῶν τεσσάρων δακτύλων, ταπεινότατος δὲ ὁ κατὰ τὸν μικρὸν δάκτυλον τοῦ καρποῦ, μέσος δ’ ἀμφοῖν ὁ τῶν δυοῖν δακτύλων τῶν μικρῶν, οἱ δὲ τῶν ὑπολοίπων τριῶν δακτύλων δύο μύες ἑνούμενοί τε καὶ συμφυόμενοι κατά τι μέρος ἑαυτῶν ἐκπεφύκασι τοῦ πήχεως ὀλίγου δεῖν ὅλου. ὁ μὲν εἰς τοὺς δακτύλους ἐμβάλλων τόν τε μέσον καὶ τὸν λιχανὸν ἐκ τοῦ πρὸς τὸν καρπὸν μέρους, ὁ δὲ εἰς τὸν μέγαν δάκτυλον ἐκ τοῦ μετ’ αὐτὸν τοῦ πρὸς τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἀνήκοντος. ἡ δὲ ἀρχὴ τῆς ἐκφύσεως αὐτῷ τὸ ὑποκείμενον αὐτοῦ μέρος ἐστὶ τῆς κεφαλῆς τῆς κερκίδος. ταύτης τῆς ἀρχῆς σμικρὸν κατωτέρω καὶ ὁ τὸν μέγαν δάκτυλον κινῶν ἐκφύεται διὰ τῆς μεταξὺ χώρας πήχεώς τε καὶ κερκίδος ἐπὶ τὸ κάτω φερόμενος. ὑψηλότερος δὲ αὐτοῦ τήν τε ἔκφυσιν ἐκ τῆς κερκίδος ἔχων καὶ τὴν μετὰ ταῦτα χείραν ἅπασαν ὁ τοῦ καρποῦ μῦς ἐστιν ὁ κατὰ τὸν μέγαν δάκτυλον. ὁ δ’ εἰς τὸ πρὸ τοῦ λιχανοῦ τε καὶ μέσου μετακάρπιον ἐκφυόμενος ἐπίκειται μὲν ἔξω ἐν ἅπαντι τῷ τῆς κερκίδος ὀστῷ, τὴν δ’ ἔκφυσιν ἐκ τῶν ὑπεράνω μερῶν ἔχει τοῦ ἔξω κονδύλου τοῦ βραχίονος ὑποκειμένην τοῦ πρώτου πάντων ῥηθέντος μυὸς, ὃς ἐκτείνει τοὺς τέσσαρας δακτύλους. οὗτος ὁ μῦς ἅπτεται μὲν ἀεὶ καὶ τοῦ βραχίονος αὐτοῦ κατὰ τὴν πρώτην ἔκφυσιν ὀλίγον τι προσαναβαίνων ἀπὸ τοῦ κονδύλου. φαίνεται δὲ ἐνίοτε καὶ μέχρι πλείονος ἀνατεινόμενος· οὐ γὰρ ἀκριβοῦσι τὰς εἰρημένας ἐκφύσεις διὰ παντὸς οἱ μύες, ἀλλ’ ἐν τῷ σπανίῳ ποτὲ προσεπιλαμβάνουσιν ἤτοι τῶν ἄνω μορίων ἢ τῶν ἐφ’ ἑκάτερα. τούτων δὲ ἀνωτέρω τὴν κεφαλὴν ἡ τῆς κερκίδος ἴδιος ἔχει μῦς, ὁ καθ’ ὅλης αὐτῆς ἄνωθεν ἐκτεταμένος, ἐνέργειαν ἔχων ὑπτίαν ἐργάζεσθαι τὴν χεῖρα. λοιπὸς δὲ ἄλλος μῦς ἐστι τῆς κερκίδος ἐν τοῖς ἔξω χωρίοις λοξὸς, ἐμφυόμενος αὐτοῦ τοῖς ἄνω μέρεσιν οὐχ ὥσπερ ὁ προειρημένος τῷ κάτω· καὶ διὰ τούτων ἑκάτερος αὐτῶν ἐκεῖνο τὸ μέρος κινεῖ τῆς κερκίδος, εἰς ὃ καταπέφυκεν. ἀμφοτέρων δὲ ἐνεργησάντων ὁμοῦ τὴν ὑπτίαν κατάστασιν ἡ χείρ ὅλη λαμβάνει, ἐκπέφυκε δὲ ὁ μῦς οὗτος ἔκ τε τοῦ περὶ τὸ ἄρθρον ὑμενώδους συνδέσμου καὶ τῶν ψαυόντων αὐτῆς τοῦ πήχεως περάτων, οἷς καὶ ὁ ταπεινότατος ἁπάντων τῶν ἔξω μυῶν τῶν τὸν καρπὸν κινούντων ἐπιβαίνων μετὰ τὴν πρώτην ἔκφυσιν ὅλῳ τῷ πήχει παρεμπέφυκεν. οὕτω μὲν ἔχουσι θέσεώς τε καί φύσεως καὶ κινήσεως οἱ ἔξωθεν μύες τῶν δ’ ἐντὸς τοῦ πήχεως μυῶν ἑπτὰ τὸν ἀριθμὸν ὄντων δύο μὲν τὸν καρπὸν κάμπτουσι, δύο δὲ τοὺς δακτύλους, δύα δὲ ἄλλοι τὴν κερκίδα περιάγουσιν ἐπὶ τὸ πρηνές. ὁ δὲ ὑπόλοιπος εἷς ὃς καὶ πάντων ἰσχνότατός ἐστιν, ἐπιπολῆς μὲν ὑπὸ τοῦ δέρματος τέτακται, κατὰ μέσον μάλιστα τὲ κῶλον ἄνωθεν κάτω φερόμενος, ἐς τένοντα δὲ τελευτήσας ἕνα στρογγύλον, ἵνα ὅπου πρῶτον ἀποφύεται τοῦ μυὸς, ἀνωτέρου πολὺ τοῦ καρποῦ καὶ διαμένων γέ τοι οὗτος ἄχει τοῦ καρποῦ πλατύνεται τοὐντεῦθεν οὕτως, ὡς ἀποφύεσθαι παντὶ τῷ τῆς ἄκρας χειρὸς ἔσωθεν δέρματι τῷ ψιλῷ τῶν τριχῶν. οὐδὲν ἄρθρον ὁ μῦς οὗτος κινεῖ, καίτοι νομίζουσί γε οἱ ἀνατομικοὶ πάντες οἱ πρὸ ἡμῶν ἐπισπᾶσθαί τε καὶ κάμπτεσθαι πρὸς αὐτοὺς ἅπαντας τοὺς δακτύλους. τοῦτον μὲν οὖν πρῶτον ἀνατέμνειν χρὴ, διότι καὶ πρῶτος ἁπάντων ὑπὸ τῷ δέρματι τέτακται. μετὰ τοῦτον δὲ τρεῖς μύες ἐφεξῆς ἀλλήλων κεῖνται κατὰ τὸ μῆκος ἅπασαν κατειληφότες τὴν ἐντὸς χώραν τοῦ πήχεως. ἔστι δὲ αὐτῶν ὁ μέσος μὲν τῇ θέσει καὶ ἀκριβῶς ὑποκείμενος τῷ προειρημένῳ μυὶ εὔῤῥωστος εἰς τοὺς τέσσαρας δακτύλους διανεμόμενος· εἷς δὲ ἑκατέρωθεν αὐτοῦ μῦς ἕτερος, ὁ μὲν εἰς τὸν καρπὸν ἐμφυόμενος, ὁ δὲ εἰς τὸ μετακάρπιον ἁπλῷ τένοντι. καὶ δὴ καὶ κάμπτουσιν οἱ δύο μύες οὗτοι τὸν καρπόν· ὁ μὲν εἰς τὴν πρὸ τοῦ μικροῦ δακτύλου χώραν ἐμβάλλων τοῦ καρποῦ μετὰ τὸ παρεγκλίνειν ἐπὶ τὸ ὕπτιον, ὁ δὲ εἰς τὴν πρὸ τοῦ λιχανοῦ τοῦ μετακαρπίου μετὰ τῆς εἰς τὸ πρηνὲς ἐγκλίσεως, ἀμφοῖν δὲ ἐνεργούντων ἡ μέση τε καὶ ἀπαρέγκλιτος καμπὴ γίνεται τῆς κατὰ τὸν καρπὸν διαρθρώσεως. ἀνατμηθέντων δὲ καὶ τούτων τῶν τριῶν μυῶν ἄλλος εὑρίσκεται μῦς μέγιστος ὑποκείμενος τῷ μέσῳ κάμπτων καὶ αὐτὸς τοὺς πέντε δακτύλους. τῶν μὲν τεσσάρων τὸ πρῶτον καὶ τρίτον ἄρθρον δι’ ἑνὸς ἀμφότερα τένοντος, τοῦ δὲ μεγάλου τὸ δεύτερον καὶ τρίτον ὀστοῦν. τοῖς δὲ τούτου τοῦ μυὸς τένουσι μεγάλοις οὖσιν οἱ τοῦ προειρημένου μυὸς ἐποχοῦνται καθ’ ἕκαστον δάκτυλον εἷς ἐφ’ ἑνὶ πλὴν τοῦ μεγάλου δακτύλου, καθάπερ εἴρηται. ἐπειδὰν δὲ πλησίον ἥκωσι τῶν μέσων ἀρθρώσεων ὁ μικρὸς τένων διδαχθεὶς ἐν ἑκατέρῳ μέρει περιλαβὼν τὸν ὑποκείμενον ἑαυτῷ τὸν μέγαν εἰς τὴν ἀρχὴν ἐμφύεται τοῦ μέσου τῶν κατὰ τὴν διάρθρωσιν ὀστῶν. τὸ δὲ πρῶτόν τε καὶ τρίτον ἄρθρον ὑπὸ τοῦ μείζονος κάμπτεται τένοντος, οὐ μήν γε κατὰ τὸν αὐτὸν τρόπον ἀμφότερα. τὸ μὲν γὰρ τρίτον ἄρθρον αὐτὸς ὁ τένων δι’ ἑαυτοῦ κάμπτει, τὸ δὲ πρῶτον διὰ τοῦ συνδέσμου. ὅτι μὲν οὖν πάντες στρογγύλοι τέ εἰσιν οἱ τοὺς δακτύλους κινοῦντες τένοντες, ὥσπερ νεῦρα, καλῶς εἴρηται τοῖς ἀνατομικοῖς, οὐ μὴν οὔτε τὰς ἄνωθεν ἀρχὰς ἔγραψαν ἀκριβῶς οὔτε τὸν ἀριθμὸν τῶν μυῶν, ὥστε τινὲς αὐτῶν οὐδὲ τοὺς τὴν κερκίδα κινοῦντας μῦς ἐδήλωσαν, ὥσπερ οὐδὲ Αἰλιανός. περὶ μὲν οὖν τούτων ὀλίγον ὕστερον εἰρήσεται· τῶν δὲ προειρημένων πέντε μυῶν ὁ μὲν κατὰ τὸν μικρὸν δάκτυλον κάμπτων τὸν καρπὸν ἀπὸ τοῦ ἔσωθεν ἄρχεται κονδύλου τοῦ βραχίονος συνεφαπτόμενος καὶ τοῦ πήχεως. ὁ δὲ κατὰ τὸν μέγαν ἐκ τῶν ἄνω μερῶν ἄρχεται αὐτοῦ τοῦ κονδύλου, μεταξὺ δὲ ἀμφοτέρων τῶν ἀρχῶν ἡ τοῦ καθήκοντος εἰς αὐτὸ τὸ δέρμα τῆς χειρὸς μυὸς ἔκφυσις τέτακται, ὑπόκεινται δὲ οἱ δύο μύες οἱ μεγάλοι ταύτῃ τῇ ἐκφύσει, τὸ μεταξὺ τοῦ πήχεως καὶ κερκίδος ἀναπληροῦντες ἅπαν· ὁ μὲν οὖν μικρότερος αὐτῶν, ὅσπερ καὶ μέσος ἀκριβῶς τέτακται, τῆς ἐντὸς κεφαλῆς ἐκφύεται τοῦ βραχίονος ἐφαπτόμενός πως ἐνταῦθα καὶ τοῦ πήχεως. ὁ δὲ μέγιστος ὑποτέτακται τούτῳ τὴν μέσην χώραν πήχεώς τε καὶ κερκίδος ἅπασαν κατειληφὼς καὶ συμφυόμενος ἀμφοτέροις τοῖς ὀστοῖς, τῷ δὲ πήχει κατὰ τὰ πρὸς ἀγκῶνα μέρη περιφυόμενος ὡσαύτως· ἀλλὰ τοῦτο μὲν τὸ μέρος τοῦ μυὸς κατ’ εὐθὺ τῆς εἰς τὸν μικρὸν δάκτυλόν ἐστιν ἐμφύσεως. ἄλλο δὲ μέρος ἐστὶν ὃ τὴν αὐτὴν ἀρχὴν ἔχει τῷ προειρημένῳ μυὶ τῷ τοὺς τέσσαρας δακτύλους κινοῦντι. κατ’ εὐθὺ δέ ἐστι τοῦτο μάλιστα τὸ μέρος τοῦ μυὸς τοῦ λιχανοῦ δακτύλου. τὸ δὲ τρίτον αὐτοῦ τῶν μερῶν, ὅπερ δὴ καὶ μέγιστόν ἐστι, τὴν μεταξὺ χώραν κατείληφε κερκίδος τε καὶ πήχεως. τῶν δὲ λοξῶν μυῶν τῶν τὴν κερκίδα κινούντων ὁ μὲν ἐκ τοῦ ἔσωθεν κονδύλου τοῦ βραχίονος ἐκφυόμενος συμφυὴς ὢν τῇ κεφαλῇ τοῦ κατὰ τὸν μέγαν δάκτυλον κάμπτοντος τὸν καρπὸν μυὸς ἐκ τῶν ὑψηλοτέρων μερῶν ἐκφύεται τοῦ κονδύλου. καθήκει δὲ εἰς τὸ τῆς κερκίδος ὀστοῦν σχεδόν τι μέσος ἐκτεινόμενος ὡς ἐπὶ τὰ ἄνω, περιάγει δὲ ταύτην ὡς ἐπὶ τὸ πρηνὲς, ὁ δὲ ἕτερός ἐστι μὲν ἐλάττων πολὺ τούτου καὶ τῷ μήκει βραχύτατος ὀλίγου δεῖν ἐγκαρσίαν τὴν θέσιν ἔχων, ἐν τοῖς πρὸς τὸν καρπὸν μέρεσι συνάπτων ἀμφοτέρων τῶν ὀστῶν τὰ πέρατα τοῦ τε τῆς κερκίδος καὶ τοῦ πήχεως, ἀτρέμα λοξὸς ἐγκεκλιμένος ἀπὸ τοῦ πήχεως ἐπὶ τὴν κερκίδα. ἡ δὲ ἐνέργεια καὶ τούτου τὴν κερκίδα περιάγειν εἰς τὸ πρηνές. Περὶ τῶν τοῦ θώρακος μυῶν. Τῶν τοῦ θώρακος μυῶν οἱ μὲν ἐν τοῖς μεσοπλευρίοις δύο καὶ εἴκοσί εἰσι τῷ μήκει τὰς ἶνας ἔμπαλιν ἔχοντες. οὐ γὰρ ὥσπερ οἱ μύες ἀπὸ τῆς ῥάχεως ἄχρι τοῦ στέρνου παραίνουσιν, οὕτω καὶ αἱ ἶνες αὐτῶν, ἀλλ’ ἐκ πλευρᾶς εἰς πλευρὰν ἐμπεφύκασι λοξαὶ τῷ χ γράμματι παραπλήσιαι ἐγκαρσίαν ἀλλήλαις αἵ τε ἔξω καὶ ἐντὸς ἔχουσαι τὴν θέσιν. αἱ μὲν οὖν ἐκτὸς ἶνες ἐν τοῖς ἄνωθεν κάτω φερομένοις μέρεσι τῶν πλευρῶν διαστέλλουσι τὸν θώρακα, συστέλλουσι δὲ αἱ διὰ βάθους, ἐναντίως δ’ αὐταῖς αἱ κατὰ τὰ χονδρώδη τὰ πρὸς τῷ στέρνῳ. προστέλλουσι μὲν αἱ ἐπιπολῆς, διαστέλλουσι δὲ αἱ διὰ βάθους. ἐπὶ δὲ τῶν κατὰ τὰς νόθας πλευρὰς μυῶν ἄχρι τῆς πλευρῆς αὐτῶν ἡ αὐτὴ φύσις ἐστὶ τῶν ἰνῶν, οὐδὲ γὰρ ἔχουσιν αἵδε τινὰ καμπήν. ἑτέρα δὲ συζυγία μικρῶν μυῶν ἀνασπᾷ τὰς πρώτας πλευρὰς, ὥσπερ ἕτεραι δύο κατασπῶσι τὴν δεκάτην τε καὶ τὴν ἑνδεκάτην. ἡ γάρ τοι δωδεκάτη πλευρὰ τοῦ διαφράγματος ἔξωθέν ἐστι συμπεφυκυῖα τῷ λοξῷ κατ’ ἐπιγάστριον μυὶ τῷ μικροτέρῳ. φαίνεται δὲ ἐνίοτε καὶ περιγραφὴν ἰδίου μυὸς ἔχουσα τοῦ κατασπῶντος αὐτήν· ἄλλαι δὲ τρεῖς ἐκ τραχήλου καθήκουσαι συζυγίαι μυῶν διαστέλλουσι τὸν θώρακα, μεγίστη μὲν ἡ κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν, ἐλάττων δὲ ἡ πρόσθεν αὐτῆς, ἐλαχίστη δ’ ἡ ὄπισθεν. αἱ δὲ ἄνωθεν ἀρχαὶ τῆς μὲν πρώτης λεχθείσης ὁ πρῶτος τῶν ἐν τραχήλῳ σπονδύλων ἐστί· τῆς δευτέρας δ’ ὁ δεύτερος, ἡ τρίτη δ’ ἐκ τῆς ἀκάνθης ἐκπέφυκε δι’ ὑμενώδους συνδέσμου. τοῦ τε ἡμίσεως μέρους τοῦ κάτω τῶν κατὰ τὸν τράχηλον σπονδύλων καὶ τῶν πρώτων δυοῖν τοῦ μεταφρένου. προήκει δὲ ἡ μὲν πρώτη συζυγία μέχρι καὶ τῶν νόθων πλευρῶν, ἡ δὲ δευτέρα μέχρι τῆς πέμπτης, ἡ τρίτη δὲ ἐπιπέφυκε μὲν καὶ τῇ τρίτῃ πλευρᾷ. καταπέφυκε δὲ ἰσχυρῶς ὅμως εἰς τὰς ἐφεξῆς τέσσαρας. οὗτοι πάντες οἱ μύες διαστέλλουσι τὸν θώρακα καὶ πρὸς αὐτοῖς αἱ φρένες. συστέλλουσι δὲ οἵ τε μεσοπλεύριοι ταῖς ἡμισείαις ἰσὶ καὶ οἱ τοῖς ῥαχίταις παρατεταγμένοι κατὰ τὰς ῥίζας τῶν πλευρῶν καὶ τῶν ὀρθίων κατ’ ἐπιγάστριον ἡ ἄνω μοῖρα καὶ οἱ τὰς ἐσχάτας πλευρὰς κατασπῶντες. συντελοῦσι δὲ τι πρὸς τὰς συστολὰς τοῦ θώρακος ἐνίοτε καὶ οἱ κατ’ ἐπιγάστριον. ἐπιδέδεικται δὲ περὶ τούτων ἁπάντων ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων, ἅπερ εἴ τις ἀνελέξατο, γνώσεται σαφῶς ὀλίγου δεῖν ἁπάντων τῶν εἰρημένων μυῶν ἠγνοημένην τὴν ἐνέργειαν τοῖς πρὸ ἡμῶν ἀνατομικοῖς.