Μυῶν ἀνατομὴν ἀμέμπτως μὲν οὐδεὶς ἔγραψεν, ἀκριβέστερον δὲ μᾶλλον μὲν Μαρῖνος τῶν ἄλλων. ἀλλ’ ἐπειδὴ μήτε δι’ ἑνὸς βιβλίον μήθ’ ἑξῆς ὑπὲρ ἁπάντων διῆλθεν, εὐδοκίμησεν εἰκότως ἡ τοῦ Πέλοπος καὶ τοῦ Λύκου καὶ Αἰλιανοῦ τῶν μυῶν ἀνατομή. ὁ μὲν οὖν Πέλοψ ἐν τῇ τρίτῃ τῶν Ἱπποκρατείων εἰσαγωγικῶν ἅμα τοῖς ἄλλοις ἅπασι μέρεσι καὶ τοὺς μῦς ἀνέτεμεν, ὁ δὲ Λύκος ἓν μέγιστον βιβλίον ἔγραψε περὶ αὐτῶν, ὁ δὲ Αἰλιανὸς κατὰ τὴν βίβλον ἣν ὥσπερ ἐπιτομὴν ἐποιήσατο τῶν τοῦ πατρὸς ἀνατομικῶν συγγραμμάτων, ἅμα τοῖς ἄλλοις ἅπασι μορίοις καὶ αὐτὸς ἔγραψε τὴν τῶν μυῶν ἀνατομήν. ἐμηκύνθη δὲ τὸ τοῦ Λύκου βιβλίον, ὅτι τε μακρότερον ἑρμηνεύει πάντα καὶ ὅτι λογικὰς ζητήσεις ἀνέμιξε τοῖς ἐξ ἀνατομῆς φαινομένοις· ἔτι τε πρὸς τούτοις ὅτι περὶ παθῶν ἐποιήσατο λόγους πολλοὺς, ὧν ἔνια κατ’ οὐδὲν ᾠκείωται ταῖς τῶν μυῶν ἀνατομαῖς. Αἰλιανὸς δὲ καὶ Πέλοψ μόνα τὰ φαινόμενα διῆλθον, ἅπερ οὐχ ἥκιστα κἀγὼ νῦν ἔγνωκα πρᾶξαι. περὶ μὲν γὰρ τῆς κινήσεως τῶν μυῶν ἑτέρωθι διὰ δυοῖν ὑπομνημάτων εἴρηταί μοι, περὶ δὲ τῆς χρείας ἅμα τοῖς ἄλλοις ἅπασιν ἐν τῇ μεγάλῃ πραγματείᾳ τῇ περὶ χρείας μορίων, καὶ μέντοι καὶ ὡς ἄν τις κάλλιστα γυμνάσειεν οὐ τοὺς μῦς μόνον, ἀλλὰ καὶ τὰ ἄλλα πάντα τοῦ ζώου μόρια, διὰ τῶν ἀνατομικῶς ἐγχειρήσεων λέγεται. ὅθεν οὐδὲν προῃρούμην ἰδίᾳ τι γράψαι περὶ μυῶν ἀνατομῆς· ἀλλ’ ἐπειδὰν εἰς ἓν ἀθροίζω πάντα τὰ κατὰ τὰς ἀνατομὰς ὑφ’ ἡμῶν εἰρημένα, τηνικαῦτα καὶ τὰ παραλελειμμένα τοῖς ἔμπροσθεν ἰατροῖς, εἰ μὴ καλῶς εἰρημένα περὶ μυῶν ἐγνώκειν δηλῶσαι. τῶν δ’ ἑταίρων ἔνιοι γυμνάζεσθαι βουλόμενοι καθ’ ἑαυτοὺς ὑπομνήσεις τινὰς ἔχειν ἠξίωσαν ὧν ἐθεάσαντο δεικνυμένων παρ’ ἐμοῦ, καὶ τοῦτο ἠνάγκασάν με γράψαι τὸ βιβλίον. ὧν τὰ μὲν φαινόμενα πάντα κατὰ τὴν ἀνατομὴν τῶν μυῶν ἐκδιδάσκω· ὑπὲρ δὲ τῆς ἐνεργείας ἀπόδειξιν μὲν οὐδεμίαν ἔχω, ἀναμιμνήσκω δὲ τὰ κεφάλαια τῶν ἐν ἑτέροις ἀποδεδειγμένων. ἐπιμνησθῆναι δέ με καὶ τῶν εἴ τι παρέλιπεν ἢ οὐκ ἀκριβῶς εἶπεν ὁ Λύκος ἠξίωσαν. ἐπειδὴ σαφέστατά τε καὶ κάλλιστα πάντων οὗτος ἀνατετμηκέναι μῦς πεπίστευται· ἃ μὲν οὖν ἐπαγγέλλεται τὸ γράμμα, ταῦτά εἰσιν. ἤδη δὲ ἐπὶ τῶν διεξόδων αὐτῶν βαδιοῦμεν. ὅστις ἐθέλει γυμνάζεσθαι περὶ τὴν τῶν μυῶν ἀνατομὴν ἐν ὕδατι πνίξας πίθηκον ἐκδειράτω πρότερον αὐτὸν, ὡς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται· πολλοὶ γὰρ ἐν τούτοις διαμαρτάνουσι τοῖς ἐπιτυχοῦσιν ἐπιτρέποντες τὸ ἔργον. οὗτοι δὲ καὶ ἄλλα μὲν διασπῶσι πολλὰ καὶ συγχέουσιν, ὥσπερ οὐχ ἥκιστα καὶ τὸν ὑπὸ τῷ δέρματι τοῦ τραχήλου λεπτὸν καὶ πλατὺν μῦν, ὃν εἴ τις οὐκ ἐθέλει μῦν ὀνομάζειν, ἀλλὰ μυώδη γε φύσιν ἢ οὐσίαν ἢ ὅπως ἄν τις βούλοιτο καλεῖν, οὕτω προσαγορευέτω. ἄρχεται δὲ ὁ μῦς οὗτος ἔμπροσθεν μὲν ἐκ τῶν κατὰ τὰ χείλη καὶ τὰς γνάθους χωρίων, ὄπισθεν δὲ ἐκ τῶν κατὰ ῥάχιν ὑποτεταμένος ἐν κύκλῳ παντὶ τῷ περὶ τὸν τράχηλον δέρματι λεπτὸς καὶ ὑμενώδης ὑπάρχων, ὥστε καὶ διὰ τοῦτο λανθάνειν. καὶ ὑμὴν μᾶλλον ἢ μῦς εἶναι δοκεῖ, μέχρι περ ἂν ὁμοῦ τῷ δέρματι βλέπηται, χωρισθεὶς δὲ ἀπ’ αὐτοῦ κατάδηλος γίνεται. ἄρθρον δὲ οὐδὲν ὑπὸ τούτου κατακεῖται τοῦ μυός· ὅτι μηδὲν ἐκπέφυκεν εἰς ἄρθρον, ἀλλὰ τὰς γνάθους καὶ τὸ δέρμα κινεῖ μόνον ᾧ συμπέφυκεν. ἔστι δὲ καὶ πρὸ τῆς ἀνατομῆς ἡ κίνησις αὐτοῦ σαφὴς ἐφ’ ἡμῶν αὐτῶν. ἐπειδὰν ἀπάγειν ἀλλήλων εἰς τὰ πλάγια τὰς γνάθους βουληθῶμεν, ἄνευ τοῦ κινῆσαι τὴν κάτω γένυν καὶ διοῖξαι τὸ στόμα. καὶ τοῖς σπασθῆναι δὲ μέλλουσιν οὗτος ὁ μῦς πρῶτος ἐντείνεται· καὶ οἱ κυνικοὶ καλούμενοι σπασμοὶ τούτου μάλιστα πάθος εἰσίν. ὀνομαζέσθω δὲ ὑφ’ ἡμῶν ἕνεκεν σαφοῦς διδασκαλίας μυῶδες πλάτυσμα. περιβέβληται μὲν οὖν παντὶ τῷ τραχήλῳ, καταφέρεται δὲ πρόσω μὲν ἄχρι τῶν κλειδῶν, ἑκατέρωθεν δὲ κατὰ τὰς ὠμοπλάτων ῥάχεις ἄχρι τῆς ἀρχῆς τοῦ μεταφρένου, τὸ δὲ μεταξὺ ταύτης τε τῆς καταφύσεως καὶ τῆς κεφαλῆς ὑμενῶδες ὑπάρχον ὄρθιον διὰ μέσης τέταται τῆς κατὰ τὸν τράχηλον ἀκάνθης. τουτὶ μὲν οὖν τὸ σῶμα τοῖς ἀνατομικοῖς ἠγνόηται, κακῶς ἐκδερομένου τοῦ ζώου. ἐμοὶ δ’ ἂν εἴη καιρὸς ὑπὲρ τῶν κατὰ τὸ πρόσωπον ἤδη μετέρχεσθαι μυῶν. Περὶ τῶν κατὰ τὸ πρόσωπον μυῶν. Οἱ μὲν δὴ τῶν χειλῶν μύες, οἵπερ δὴ καὶ ἀκριβῶς ἀναμίγνυνται τῷ τούτων δέρματι, τέσσαρές εἰσι τὸν ἀριθμὸν, ἐκ μὲν τῶν ἄνωθεν μερῶν εἷς ἑκατέρωθεν ἀπὸ τῶν μήλων καταφερόμενοι λοξοὶ, ἐκ δὲ τῶν κάτωθεν ἀπὸ τῆς γένυος ἄκρας, ἵνα πέρ ἐστι τὸ καλούμενον γένειον εἷς. κἀνταῦθα καθ’ ἕτερον μέρος ὁ μὲν ἐκ τῶν δεξιῶν, ὁ δὲ ἐκ τῶν ἀριστερῶν. εἰ μὲν δὴ ἀμφότεροι ταθεῖεν οἱ ἄνω, ἀνασπᾶται τὸ ἄνω χεῖλος, εἰ δὲ ὁ ἕτερος μόνος, παρασπᾶται τὸ χεῖλος πρὸς ἐκεῖνον. οὕτω δὲ καὶ τῶν κάτωθεν ἀμφοῖν μὲν ταθέντων κατασπᾶται τὸ χεῖλος τὸ κάτω, θατέρου δὲ μόνον παρασπᾶται. περὶ δὲ τῆς εἰς τὰ πρόσω κινήσεως τῶν χειλῶν, ὑπὲρ ἧς οὐδὲ ἐπεμνήσθησαν ὅλως οἱ ἀνατομικοὶ, δι’ ἑτέρου λεχθήσεται γράμματος, ἐν ᾧ καὶ περὶ τῶν ἄλλων ἁπασῶν κινήσεων ἀπόρων διέξειμι. Περὶ τῶν κατὰ τὰ πτερύγια τῆς ῥινὸς μυῶν. Δύο δὲ ἄλλοι μύες μικροὶ παντάπασιν ἄρχεται μὲν καὶ αὐτοὶ μετὰ τὰ μῆλα, καταφύονται δὲ εἰς τὸ καθ’ ἑαυτὸν ἑκάτερος τῆς ῥινὸς πτερύγιον ἀνοιγνύντες αὐτήν. συστέλλεται δὲ ὑπ’ οὐδενὸς μυὸς ἡ ῥὶς, ἀλλ’ ὅταν οἱ προειρημένοι μύες ἐνεργοῦντες παύσωνται, τὴν μέσην τηνικαῦτα κατάστασιν λαμβάνει. ἐπέκεινα δὲ αὐτῆς ὑπ’ οὐδενὸς ἀπάγεται μυὸς, ἀλλ’ ἐν ταῖς σφοδροτέραις εἰσπνοαῖς, τῇ ῥύμῃ τοῦ πνεύματος ἕπεται τὰ πτερύγια. κάτω μέντοι κατασπᾶται τοῖς χείλεσιν ἀκολουθοῦσα κατὰ προάρτησιν. Περὶ τῆς ὑπὸ τῷ δέρματι τοῦ μετώπου μυώδους φύσεως. Καὶ μὲν δὴ καὶ τῷ τοῦ μετώπου δέρματι μυώδης φύσις ὑποτέταται λεπτὴ συμφυὴς αὐτῷ καὶ τοῦτο σύμπαν τὸ περὶ τὸ μέτωπον δέρμα κινεῖται, κἂν ἀκίνητος ἡ γένυς φυλάττηται. Περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς μυῶν. Οἱ μὲν περὶ τὴν βάσιν μύες, εἴτε ἕνα τις αὐτὸν φήσειεν εἶναι ἤτοι διπλοῦν ἢ τριπλοῦν εἴτε δύο ἢ καὶ τρεῖς συμφυεῖς, εἰς τὸ στηρίζειν τὸν ὀφθαλμόν εἰσι χρήσιμοι. ἐπειδὰν μάλιστα κατ’ εὐθὺ βλέπειν ἀκριβῶς τι μικρὸν σῶμα δεηθῶμεν. οἱ δὲ ἄλλοι πάντες οἱ κινοῦντες αὐτὸν ἓξ τὸν ἀριθμὸν ὑπάρχουσιν. εὐθειῶν μὲν κινήσεων οἱ τέσσαρες ἐξηγούμενοι, δύο δὲ οἱ λοιποὶ περιστρέφοντες ὅλον τὸν ὀφθαλμόν. ἀλλ’ οὗτοι μὲν ἀπὸ τῶν κατὰ τὸν μέγαν κανθὸν ὁρμώμενοι χωρίων ἐπὶ τὸν μικρὸν ἀφικνοῦνται. τῶν δὲ ἄλλων τῶν τεσσάρων μυῶν ὁ μὲν ἀνατείνειν αὐτὸν, ὁ δὲ καθέλκειν, ὁ δὲ τῇ ῥινὶ προσάγειν, ὁ δὲ ἐκτὸς ἐπισπᾶσθαι· πέφυκεν ὡς ἐπὶ τὸν μικρὸν κανθόν. ὅσοι δὲ ὥσπερ καὶ Λύκος οὐχ ἓξ, ἀλλὰ πέντε νομίζουσιν εἶναι τοὺς μῦς, τοὺς δὲ ἁμαρτάνουσιν οὐ περὶ τὸν ἀριθμὸν αὐτῶν μόνον, ἀλλὰ καὶ τὴν τῶν ἐνεργειῶν γνῶσιν.