Ὥστε χειρίζειν χρὴ, ὥστε ἀποβαίνειν ἀπὸ τῆς δικαίης χειρίξιος. ὅ τι δ’ ἂν μὴ οὕτως ἀποβαίνῃ, εἰδέναι χρὴ ὅτι ἐν τῇ χειρίξει τι ἐνδεὲς πεποίηται ἢ πεπλεόνασται. Τὴν ἅπαν τὸ οἰκεῖον ἀποδιδοῦσαν τῷ κάμνοντι καὶ μηδὲν παραβαίνουσαν ὠνόμασε δικαίαν· χείριξιν δὲ ἤτοι τὴν χειρουργίαν εἶπεν ἢ πᾶσαν ἁπλῶς τὴν οἷον μεταχείρισιν ἁπάντων πραγμάτων. οἱ γὰρ Ἕλληνες οὐκ ἐκεῖνα μόνα μεταχειρίζεσθαι λέγουσιν ἃ ταῖς χερσὶ περιλαμβάνουσιν, ἀλλὰ καὶ πᾶν ὅ τι περ ἂν πράττωσιν.