Τελευτώσης δὲ τῆς ἡμέρης ἐπὶ ἧσσον δοκείτω πεπιέχθαι, τῇ δὲ τρίτῃ χαλαρά σοι δοκείτω εἶναι τὰ ἐπιδέσματα, κἢν μέν τι τούτων τῶν εἰρημένων ἐλλίπῃ, γινώσκειν χρὴ ὅτι χαλαρωτέρη ἐστὶν ἐπίδεσις τοῦ μετρίου· ἢν δέ τι τῶν εἰρημένων πλεονάζῃ, χρὴ γινώσκειν ὅτι μᾶλλον ἐπιέχθη τοῦ μετρίου καὶ τουτέοισι σημαινόμενος τὸ ὕστερον ἐπιδέων ἢ χαλᾷν μᾶλλον ἢ πιέζειν. Οὐ μὰ Δία, καθάπερ οἴονταί τινες, ἐκ τῆς τάσεως μακροτέρων γιγνομένων τῶν ὀθονίων ἡ ἐπίδεσις ἐν τῷ χρόνῳ χαλαρωτέρα φαίνεται, ἀλλ’ ὅτι προστέλλεται τὸ κῶλον ἰσχνούμενον, ὅταν ὀρθῶς ἐπιδέηται, καὶ τοῦτ’ ἐναργῶς φαίνεται διὰ παντὸς ἐπὶ πάντων τῶν καταγμάτων, ὡς καὶ αὐτὸς ὁ Ἱπποκράτης δηλώσει.