Αὐτὴ γὰρ ἡ δικαιοτάτη φύσις. Ὡς εἰ καὶ οἰκειοτάτη εἶπεν. ὅταν γὰρ ἑκάστῳ πράγματι τὸ οἰκεῖον φυλάττεται, δικαίως ἔχει τε καὶ διοικεῖται τοῦτο. τὸ δ’ ἄλλο οἰκεῖον ἐν σώματι παρὰ τὸ κατὰ φύσιν οὐδ’ ἐπινοῆσαι ῥᾴδιον. ὅταν οὖν ἑκάστῳ μορίῳ καὶ σχήματι καὶ χρώματι καὶ μεγέθει ὑπάρχῃ τὸ οἰκεῖον, ἄριστα δείκνυται.