Ἢν δὲ τοῦτο μὴ ξυντριβῇ, ἀλλὰ τὸ ἕτερον, φαυλοτέρη ἡ κατάτασις ἀρκέῃ· ἢν δὲ ἀμφότερα κατεηγῇ, ἰσχυροτάτης κατατάσιος δεῖται. παιδίου μὲν γὰρ ἤδη εἶδον καταταθέντα μᾶλλον ἢ ὡς ἔδει. οἱ δὲ πλεῖστοι ἧσσον τείνονται ἢ ὡς δεῖ. Τὴν ἁπλουστέραν καὶ ἄνευ μεγάλης πραγματείας φαυλοτέραν εἶπεν. οὐ γὰρ μόνον τὸ μοχθηρὸν ἐκ τοῦ φαύλου δηλοῦται παρὰ τοῖς παλαιοῖς, ἀλλὰ καὶ τὸ ἁπλοῦν.