Ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίων τε καὶ καταγμάτων ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι. Ἔνιοι τῶν λόγων εἰ μὴ καὶ προὔργου τι διδάσκοιεν, ἀλλὰ μόριά γε τῆς ἐξηγήσεως εἶναι πέπεισται. τοιοῦτοί εἰσι καὶ οἱ τὰς διαφόρους ἐπισημαινόμενοι γραφὰς, ὁποῖόν τι καὶ νῦν ὑπάρχει περὶ τὴν προκειμένην λέξιν, ἐνίων μὲν γραφόντων ἐχρῆν τὸν ἰητρὸν, ἐνίων δὲ χωρὶς τοῦ κατ’ ἀρχὴν ε χρῆν τὸν ἰητρόν. ἔστι γὰρ ἀμέλει καὶ τοῦτο σύνηθες τοῖς Ἀττικοῖς, ὧν τῇ διαλέκτῳ χρῆται κατά τι καὶ ὁ Ἱπποκράτης, ὡς ἀποφήνασθαί τινας αὐτὴν ἀρχαίαν Ἀτθίδα. ἐμοὶ δὲ καθ’ ἕτερον ἰδίᾳ γράμμα μικρὸν ἃ φρονῶ περὶ τῆς Ἱπποκράτους διαλέκτου δεδήλωται καὶ νῦν ἀρκεῖ προειπεῖν ἐν ἀρχῇ τῆς ἐξηγήσεως ὡς τὰ τοιαῦτα πάντα παραλείψω,  μήτ’ ἀναγκαῖα μέρη τῆς προκειμένης πραγματείας ὄντα μέγεθός τε τοῖς ὑπομνήμασιν ἄμετρον παρέξοντα τῶν ἐκπτωσίων τε καὶ καταγμάτων, ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι. οὐκ ἐπτώσεις μόνον καὶ ἐκπτώματα καλεῖ τὰς τῶν ὀστῶν ἐκ τῆς ἰδίας χώρας μεταστάσεις ἄνευ τοῦ καταγῆναι γινομένας, ἀλλὰ τούτοις τοῖς ὀνόμασι τάς τε ἐξαρθρώσεις καὶ τὰ ἐξαρθρώματα προστίθησι. περὶ δὲ τῶν καταγμάτων ἄξιον ἐπισημήνασθαι τοσοῦτον, ὡς πλειστάκις ὀνομάζων οὕτως αὐτὰ, σπανιάκις δέ που γράψας ἀγμὸς τὴν ἐπιγραφὴν ἐποιήσατο κατὰ τὸ σπάνιον. ὅθεν ἔνιοί φασιν οὐδὲ διῃρῆσθαι πρὸς Ἱπποκράτους αὐτοῦ τὰ συγγράμματα, γραφῆναι δὲ ἓν ὅλον ἄμφω προσκειμένου τῷ νῦν ἡμῖν προκειμένῳ βιβλίῳ τοῦ περὶ ἄρθρων ἐπιγεγραμμένου, διαιρεθῆναι δὲ ὕστερον ὑπό τινος εἰς δύο διὰ τὸ μέγεθος, ἡνίκα δὲ ἦν ἓν ἄμφω, κοινὸν καὶ τὸ ἐπίγραμμα αὐτοῖς εἶναι τὴν κατ’ ἰητρεῖον φωνήν. καὶ τούτου δ’ αὐτοῦ πειρῶνται φέρειν μαρτυρίαν κακῶς, ἅτε ἓν εἶναι σύγγραμμα τὸ κατ’ ἰητρεῖον παλαιὸν ἄνδρα λέγοντες, τοῦ Ἱπποκράτους τοῦ Γνωσιδίκου υἱέως· οὐ γὰρ δὴ τὸ νῦν γε οὕτως ἐπιγεγραμμένον βιβλίδιον μικρὸν, ὅπερ ὁ μέγας Ἱπποκράτης ἔγραψεν, ὃς ἔδοξεν ἐν αὐτοῖς Ἕλλησιν ἄριστος ἰατρός τε καὶ συγγραφεύς· ἀλλ’ ἐπειδὴ περὶ τῶν κατ’ ἰητρεῖον πραττομένων ἐν τούτοις δύο βιβλίοις ὁ λόγος αὐτῷ γίνεται, διὰ τοῦτ’ ἐπιγραφῆναι κατ’ ἰητρεῖον αὐτά φασι, διὰ ταὐτὸ δὲ τοῦτο καὶ τὴν τῆς διδασκαλίας τάξιν οὐκ ἀκριβῶς ἔχειν. ἔν τε γὰρ τούτῳ τῷ βιβλίῳ τῷ περὶ τῶν καταγμάτων ἐξαρθρημάτων τινῶν μνημονεύειν αὐτὸν κἀν τῷ μετ’ αὐτὸ περὶ τῶν ἐξαρθρημάτων ἀναμεμίχθαι τινὰ περὶ καταγμάτων οὐκ ὀλίγον λόγον. οἶς δ’ οὐ διῃρῆσθαι πρός τινος, ἀλλ’ ἐξ ἀρχῆς δύο γεγράφθαι δοκεῖ τὰ βιβλία, κατὰ τὸ πλειστοδυναμοῦν φασιν. οὕτω γὰρ νομίζουσιν αὐτοὶ τὰς ἐπιγραφὰς αὐτῶν πεποιῆσθαι, κἀντεῦθεν ἀρξάμενοι μακρὸν ἀποτείνουσι λόγον, ἀποδεικνύντες τὰ πλεῖστα τῶν βιβλίων αὐτοῦ κατὰ τοῦτον ἐπιγεγράφθαι τὸν τρόπον. ἐγὼ δ’ εἰ μὲν αὐτὸς Ἱπποκράτης ἔγραψεν ὑφ’ ἓν ἢ οὐχ ὑφ’ ἓν ἀμφότερα τὰ βιβλία λέγειν οὐκ ἔχω, δεικνύειν δ’ ἐπαγγέλλομαι τοῦ λόγου προϊόντος οἰκειότατα τῆς διδασκαλίας εἷναι τοῖς τε ἐξαρθρήμασι, περὶ ὧν κατὰ τοῦτο τὸ βιβλίον ἔγραψε πρὸς τὰ κατάγματα, τοῖς τε κατάγμασιν, ἃ καὶ τὸ περὶ ἄρθρων ἐδίδαξε, πρὸς τὰ κατ’ ἐκεῖνο τὸ σύγγραμμα περὶ διαρθρημάτων εἰρημένα. διὰ τί δὲ ἐν τῇδε τῇ νῦν προκειμένῃ τῶν ἐκπτωσίων τε καὶ καταγμάτων εἷπεν ὑπαλλάξας τὴν τάξιν τοῦ λόγου, δέον εἰπεῖν καταγμάτων τε καὶ ἐκπτωσίων, ὡς ἂν περὶ τῶν πρῶτον διδάσκων καταγμάτων, ἕνα λόγον ἔχω φάναι τοιόνδε· καὶ γὰρ καὶ Ἱπποκράτει πολλάκις εὑρεῖν ἐστι καὶ πᾶσι τοῖς παλαιοῖς ὅσοι δεινότατοι λέγειν τὸ τοιοῦτον ἑρμηνείας εἶδος. ἴσως μὲν οὐ τῇ τάξει τῶν διδαχθησομένων, ἀλλὰ τῇ τῆς τάξεως ἁρμονίᾳ προσεχόντων τὸν νοῦν· μᾶλλον δὲ οὐδὲ φροντιζομένων ὅλως ἄκρας τάξεως ἐν τοῖς τοιούτοις λόγοις, ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι τῶν κώλων. ἐν οἶς ἐξαρθρήματα γέγονεν ἢ κατάγματα τὰς κατατάσιας ἐν τοῖς ἰθυτάτοις σχήμασιν ἀξιοῖ ποιεῖσθαι, διὰ τὶ μὲν χρὴ κατείνειν αὐτὰ μὴ προσθεὶς ἐνταῦθα, περὶ δὲ τοῦ σχήματος, ἐν ᾦ προσήκει τοῦτο γίνεσθαι, μακρὸν ἀποτείνας λόγον. ἐξῆν δ’ οὖν αὐτῷ διδάξαντι τὸ ἀληθὲς ἐν τῷ πράγματι σιωπῆσαι περὶ τῶν ἑτέρως δοξαζόντων. ἄλλα γὰρ οὐκ ἐπὶ τοῦδε τοῦ λόγου μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐγνῶσθαι κάλλιον ἐνίους μὲν αὐτῶν γίγνεσθαι διὰ τῶν κεφαλαίων μόνων, οἳ δὴ καὶ βραχύτατοι τοῦ λόγου εἰσὶν, ἐνίους δὲ τούτοις ἐναντιωτάτους κατὰ διέξοδον ἑρμηνεύεσθαι χωρὶς μηδενὸς ὅλως παραλειπομένου τοῦ δυναμένου λεχθῆναι χρησίμως, τοὺς δ’ ἄλλους ἅπαντας ἐν τῷ μεταξὺ τούτων τετάχθαι, τοὺς μὲν ἐν τῷ βραχυτάτῳ, τοὺς δὲ ἐν τῷ μακροτάτῳ προχωροῦντας, ὥσπερ αὖ πάλιν ἑτέρους περὶ τὸ μέσον ἐλλείπεσθαι βραχὺ παραχωροῦντας. ἐφ’ ἑκατέροις οὖν ἔργον ἐστὶν ἀναγινώσκειν ἕκαστον αὐτῶν, ὡς ἂν ἔχῃ αὐτὸς ἤτοι προαιρέσεως ἢ σχολῆς, οὔτε τοῖς διὰ βραχυλογίαν ἀσαφέστερον γράψασιν οὔτε τοῖς διὰ σαφήνειαν ἐπὶ πλέον ἐκτείνασι μεμφόμενον. οὐ γὰρ ἐκείνοις χρὴ νομοθετεῖν καὶ ταῦτα μηδὲν ἀνύειν μέλλοντα, τὸ δ’ ἑαυτῷ πρόσφορον ἕκαστον λαμβάνειν εἰδότα τοὺς σκοποὺς τῆς διδασκαλίας οὐ τοὺς αὐτοὺς ὄντας ἅπασι τοῖς βιβλίοις. αὐτίκα γέ τοι ὅτι μὲν τὰ δύο, τό τε περὶ ὅ τι τῶν καταγμάτων καὶ τὸ περὶ τῶν ἐξαρθρημάτων, διεξοδικῶς ἑρμηνεύεται, τὸ μοχλικὸν δὲ τὴν αὐτὴν αὐτοῖς ἐπαγγελλόμενον διδασκαλίαν, ὅσον ἐπὶ τοῖς πράγμασι διὰ τῶν κεφαλαίων μόνων. ἔστι δὴ ἡ μὲν κατὰ διέξοδον ἑρμηνεία πρὸς σαφήνειαν ἐπιτήδειος, ἡ δὲ διὰ τῶν κεφαλαίων εἰς μνήμην. οὗτος μὲν ὁ λόγος ἅπαξ εἰρημένος ἐμοὶ ἀεὶ συμμνημονευέσθω, περὶ δὲ τῶν πραγμάτων ὧν διδάσκει τοὐντεῦθεν ἤδη διερχομένῳ μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς. αὐτὸς μὲν γὰρ ὕστερον ἀπορεῖ διὰ τίνα χρὴ κατατείνειν πρότερον, εἴτε διαπλάττειν μέλλοις τὸ κατεαγὸς ὀστοῦν εἴτ’ ἐμβάλλειν τὸ ἐξηρθρηκός. ἐμοὶ δὲ νῦν φαίνεται καιρὸς αὐτῷ σαφηνείας ἔχοντι σκοπὸν τῆς ἐξηγήσεως, εἰς ἣν ὅτι μέγιστον ἡ τάξις τοῦ λόγου συντελεῖ, πάντων ὁμολογούντων οὐδὲν μὲν δεικνύειν αὐτὸς, ὥσπερ οὐδ’ ὅτι τοῖς ἐξηγουμένοις ὁτιοῦν ὁ σκοπὸς οὐ τῆς τάξεως μόνον, ἀλλὰ καὶ τοῦ μέτρου τῶν κατὰ  μέρος ἁπάντων λόγων ἡ σαφήνειά ἐστιν· οὐδὲ γὰρ οὐδὲ δι’ ἄλλο τι γράφομεν ἐξήγησιν. ἐπεὶ τοίνυν ἐδιδάξαμεν ἐν τοῖς περὶ μυῶν κινήσεως ἰδικώτατον μὲν ὡς πρὸς τὰ ἄλλα μόρια τοῦ σώματος, κοινότατον δὲ ὡς πρὸς ἀλλήλους αὐτοῖς εἶναι τὸ συνιζάνειν εἰς ἑαυτοὺς, ἀνάλογον σειραῖς τε καὶ χορδαῖς καὶ σχοινίοις. ὥσπερ γὰρ ταῦτα διατείνομεν, ἐπειδὰν τῶν περάτων ἑκάτερον λαβόμενοι πρὸς τοὐναντίον ἕλκωμεν, ἐασάντων δὲ καὶ τεθέντων αὐτὰ συστέλλεται, οὕτω καὶ οἱ μύες εἰς ὀστοῦν ἐμπεφυκότες ἑκατέρῳ τῷ πέρατι τὰς μὲν συμφύσεις εἰς αὐτὰς ἀνάλογον ἔχουσι ταῖς διὰ τῶν χειρῶν γινομέναις λαβαῖς, ἀντισπώμενοι δ’ ὑπ’ αὐτῶν εἰς τοὐναντίον τὸ μέσον τῶν περάτων, ὅπερ ἐστὶν, ὅλον αὐτὸ τὸ σῶμα τεταμένον ἴσχουσι. καὶ διὰ τοῦτο ὁπότε τις αὐτῶν ὅλας τὰς ἶνας ἐγκαρσίως διακόψῃ, διΐσταται τὰ μέρη πλεῖστον ἀπ’ ἀλλήλων ἑλκόμενα, τὸ μὲν ἄνω πρὸς τὴν τοῦ μυὸς ὅλην κεφαλὴν, τὸ δὲ κάτω πρὸς τὴν τελευτὴν, ἔνθα καταφύεται τῷ δευτέρῳ κατὰ τὸ κῶλον ὀστῷ μετὰ τὴν διάρθρωσιν. ὅταν οὖν ἄνευ τοῦ τετμῆσθαι τὸν μῦν ἐκπέσῃ τῆς ἰδίας ἕδρας τὸ διηρθρωμένον ὀστοῦν ἢ κατ’ ἐκεῖνο τὸ μέρος, εἰς ὃ τὴν ἔκπτωσιν ἐποιήσατο καταπεφυκυῖα τελευτὴ τοῦ μυὸς, ὡς ἂν εἰς αὐτὸν ὅλου συντρέχοντος αὐτοῦ καὶ πρὸς τὴν ἰδίαν κεφαλὴν ἀνελκομένον συνανασπᾶται συμφυὲς αὐτῷ τοῦ κώλου μόριον, ὅπερ ἐστὶν ἡ κεφαλὴ τοῦ κατὰ τὴν διάρθρωσιν ὀστοῦ, τῆς δ’ ἀνασπωμένης συνανασπᾶται καὶ τὸ σύμπαν ὀστοῦν. Ἐν τούτῳ δὴ τῷ παθήματι συμβαίνει τὴν κεφαλὴν τοῦ ταπεινοτέρου κατὰ τὴν διάρθρωσιν ὀστοῦ τῆς ἀρχομένης θέσεως ὑψηλοτέραν γίγνεσθαι, ὥστε ἀδύνατον αὐτὴν ἐμβαλεῖν εἰς τὴν οἰκείαν ἕδραν πρὶν κατατείναντα τὸ σύμπαν ὀστοῦν μεταστῆσαι κάτω τοσοῦτον, ὅσον ὑψωθῇ παρὰ φύσιν. αὕτη μὲν οὖν ἡ αἰτία τοῦ κατατείνεσθαι δεῖσθαι πρότερον ὅσα τῶν ὀστῶν ἐξήρθρησεν. ὅτι δὲ καὶ τὰ συντριβέντα δεῖται κατατάσεως, ἐνθένδε ἂν μάλιστα μάθοις· ὥσπερ ἐπὶ τῶν ἐξαρθρησάντων ἐμβαλεῖν χρὴ τὸ ἐξηρθρηκὸς, οὗτος ἐπὶ τῶν καταγέντων διαπλάσαι τὸ πεπονθὸς, ὥστε ψαύειν ἀλλήλων τὰ πέρατα τῶν μελῶν τοῦ συντριβέντος. ἔστι μὲν γὰρ τὸ κάταγμα διαφθορὰ τῆς ἐν ὀστῷ συνεχείας, ὥσπερ τὸ ἕλκος τῆς ἐν σαρκί. πέρας δὲ ἑκατέρῳ τῆς ἰάσεώς ἐστι τὴν ἐξ ἀρχῆς ἕνωσιν ἀνακτήσασθαι. ἀδύνατον δὲ τοῦτο χωρὶς τοῦ κατ’ εὐθὺ τεθῆναι τὰ μέρη τοῦ καταγέντος ὀστοῦ. καλεῖται δὲ διάπλασις ἡ πρᾶξις αὕτη. εἰ μὲν οὖν εἴη μικρὸν τὸ κάταγμα, φυλάττει τὴν θέσιν τὴν οἰκείαν ἑκατέρου τῶν τοῦ παθόντος ὀστοῦ μορίων, εἰ δ’ ὅλον συντριβῇ τὸ ὀστοῦν, ἀναγκαῖον ἐν τῷδε παραλλάττειν αὐτοῦ τὰ μέρη, τὰ μὲν εἰ οὕτως ἔτυχε πρόσω, τὰ δ’ ὀπίσω μεθιστάμενα, καὶ τὰ μὲν εἰς δεξιὰ, τὰ εἰς ἀριστερά. διὸ ταῖς χερσὶν ἀμφοτέραις ἑκατέρωθεν περιλαμβάνοντες τὸ κῶλον τὸ μὲν εἰς τὸ πρόσω μεθιστάμενον διωθοῦμεν ὀπίσω, τὸ δ’ εἰς τοὐπίσω μετάγομεν πρόσω, καὶ τὰ μὲν εἰς τὰ ἀριστερὰ πρὸς τὰ δεξιὰ μεθιστῶμεν. ὅσα δ’ εἰς τοῦτο μετέστη τὸ χωρίον ἐπὶ θάτερον μετάγομεν, ὡς ἅπαντα ἀλλήλοις τὰ μέρη τοῦ συντριβέντος ὀστοῦ πρὸς τῶν χειρῶν τοῦ διαπλάττοντος ἐπὶ τἀναντία παράγεσθαι. κίνδυνος οὖν ἐν τούτῳ παραθραυσθῆναί τινας ἐξοχὰς τοῦ καταγέντος. οὐ γὰρ δὴ ἀκριβῶς οὕτως ἑκάτερον τῶν περάτων γίγνεται λεῖον, ὡς ὑπὸ τῶν μαχαιρωτῶν πριόνων. οἱ μὲν γὰρ ὀδοντωτοὶ καλούμενοι καὶ αὐτοὶ τραχύτητας ἐργάζονται. Διὰ τοῦτ’ οὖν ἀπάγοντες ἀλλήλων τὰ μὲν ἄνω, τὰ δὲ κάτω μέρη τοῦ κατάγματος ἐπὶ τὴν διάπλασιν ἀφικνούμεθα, δεδιότες ἐν τῷ προάγειν ἀλλήλοις τὰ παρηλλαχότα περιτεθραῦσθαί τινας ἐξοχὰς αὐτῶν. ἔστι δὲ τοῦτο πάντως, ἐὰν ἐγχρίμπτοιτο ἀλλήλοις. οὕτως γὰρ αὐτὸς ὁ Ἱπποκράτης ὠνόμασε τὰ μέλη τῶν διαπλαττομένων ὀστῶν, ὅταν εἰς τὴν οἰκείαν ἄγηται χώραν. ἵνα οὖν τὰ διεστῶτα παράγηται, τὸ μὲν ἄνω χρὴ τῶν μερῶν ἕλκειν, τὸ δὲ κάτω καὶ ποιοῦσιν ἤδη οὕτως πάντες οἱ ἰατροὶ ποτὲ μὲν ταῖς χερσὶ μόναις τῶν ὑπηρετῶν ἐπιτρέποντες, ἔστι δ’ ὅτε καὶ βρόχους ἐπιβάλλοντες, ὅταν εὐτονωτέρας ἀντιτάσεως χρῄζωσιν. ὅτι μὲν οὖν ἀπὸ κατατάσεως ἄρχεσθαι προσήκει τὴν θεραπείαν τῶν ἐξαρθρημάτων τε καὶ καταγμάτων ἐπιδέδεικται. ὅτι δ’ οὐκ ἐν τυχόντι σχήματι ποιητέον αὐτήν ἐστι, λεκτέον ἐφεξῆς, καὶ πρῶτόν γε ὅτι τεττάρων ἐνεργειῶν οὐσῶν ἐν τῇ καταγμάτων θεραπείᾳ, τάσεως, διαπλάσεως, ἐπιδέσεως, ἀποθέσεως, ἓν κοινὸν ἐν πάσαις δεῖ εἶναι σχῆμα. διαπλάττεται μὲν γὰρ ἐν τῷ κατατείνεσθαι, διαπλασθέντι δ’ εὐθέως ἐπιδεῖσθαι δεῖται, φυλαττομένου τοῦ σχήματος ἐν ᾦ διεπλάσθη. τοῦτο δ’ αὖ πάλιν αὐτὸ φυλάττεσθαι χρὴ κατὰ τὴν ἀπόθεσιν. μεταβληθέντος γὰρ ἔνια μὲν τῆς ἐπιδέσεως μέρη χαλαρὰς ἕξει τὰς ἐπιβολὰς τῶν ὀθονίων, ἔνια δὲ θλιβούσας. αἱ μὲν οὖν χαλαραὶ συγχωροῦσαι κινεῖσθαι τοῖς ὀστοῖς διαφθείρουσι τὴν διάπλασιν, αἱ θλίβουσαι δὲ πόνον ἐργαζόμεναι φλεγμονὰς γεννῶσιν. ὅτι μὲν οὖν ἓν εἶναι δεῖ σχῆμα κοινὸν τῶν εἰρημένων τεττάρων ἐνεργειῶν ἐπιδέδεικται. τοὐντεῦθεν δ’ ἐπισκεψόμεθα τίσι προσέχοντας σκοποῖς  εὑρεῖν χρὴ τοῦθ’, ὅτι τεινόντων μὲν ἄριστον σχῆμα τὸ χωρὶς μεγάλης τάσεως εἰς διάτασιν ἄγειν τὰ κεχωρισμένα τῶν ὀστῶν, ἐν ἀποθέσει δὲ τὸ ἀνωδυνώτατον. ἔσται δ’ ἀμφότερα δι’ ἐκείνου τοῦ σχήματος, ὅ τί περ ἂν ἐπ’ εὐθείας τείνῃ τὰς ἶνας τῶν μυῶν. ἐπ’ εὐθείας δὲ τείνει τὰ καθ’ ἕν τι μέρος τοῦ κώλου φυλάττοντα τὸν ὅλον μῦν. ἵνα γὰρ ἐκ μὲν τῶν ἔνδον ἔχῃ τὴν ἔκφυσιν, οὕτως δ’ αὐτὴν ἐνσχηματίσεις, ὡς τὰ μέσα μὲν αὐτοῦ κάτωθεν ἔχειν τοῦ κώλου, τὸ πέρας δ’ ἔσωθεν, ἢ τὰ μέσα μὲν ἄνωθεν, ἔξωθεν δὲ τὸ πέρας ἄγεσθαι, ἑλιττόμενος ἐν τῷδε περὶ τὸ κῶλον ἐπὶ πλέον ἐκτείνεται. Ἐὰν μὲν οὖν ἐν τούτῳ τῷ σχήματι κατατείνῃς αὐτὸν, ὡς ἱκανῶς διαστῆσαι τὰ μέρη τοῦ καταγέντος ὀστοῦ, καὶ σφοδρῶς ὀδυνήσεται καὶ κινδυνεύσει διασπασθῆναι. καὶ μέντοι καὶ διεσπάσθησαν ἤδη μύες ἐκκειμένης τάσεως, ᾧ δῆλον ὡς ἓν καὶ ταὐτόν ἐστιν ἀνωδυνώτατόν τε ἅμα καὶ τοὺς μύας ἀδιαστρόφως φυλάττον σχῆμα, ὅπερ Ἱπποκράτης ἐδήλωσε σαφῶς, ἐρηρεῖσθαι κατὰ τοῦ πήχεως ὅλην τὴν χεῖρα, μήτε ἐκτεταμένην ἄκρως μήτε κεκαμμένην, ἀλλ’ ἐν τῷ μέσῳ τούτων. ὅτι δ’ ἄριστον τοῦτο τὸ σχῆμα αὐτὸς ἐδίδαξε. πρῶτον μὲν γὰρ ἐπειδὴ τὸ τοῦ πήχεως ὀστοῦν μακρότερόν ἐστι τοῦ τῆς κηρκίδος ἕδρας καὶ στήριγμα βέβαιον αὐτοῖς ἔσται. οἱ δὲ μύες οἱ μὲν κατὰ τὸν ἔνδον κόνδυλον τοῦ βραχίονος ἐκφυόμενοι τὰς κάτω τελευτὰς ἔξωθεν ἔχουσι τῆς ὅλης χειρὸς, οἱ δ’ ἐκ τοῦ κατὰ τὸ ἐκτὸς ἔσωθεν. οὗ δ’ ἢν μυὸς ἥ τ’ ἀρχὴ καὶ ἡ τελευτὴ κατὰ τῶν ἐντὸς μερῶν ᾖ τῆς ὅλης χειρὸς, τούτου καὶ τὰ ἄλλα σύμπαντα μόρια καὶ διὰ τοῦτο καὶ αὐτὸς ὅλος ὁ μῦς. ὥσπερ γε καὶ ἡ τελευτὴ καὶ ὅλος ὁ μῦς οὗτος ἔξωθέν ἐστιν ὅλου τοῦ κώλου. καὶ μὲν δὴ καὶ ἡ πεῖρα δείκνυσιν ἀνωδυνώτατον εἶναι τοῦτο τὸ σχῆμα. τῶν δ’ ἐφ’ ἑκάτερον τοῦδε τὸ μὲν ὕπτιον ἐπὶ πλεῖστόν τε διαστρέφει τοὺς μύας, ὀδυνηρότερόν τε φαινόμενον δείκνυται, τὸ δὲ πρανὲς ἐλάττονα μὲν τὴν διαστροφὴν, ἐλάττονα δὲ καὶ τὴν ὀδύνην ἐργάζεται. εἴρηταί σοι δυνάμει πάντα τὰ περὶ τοῦ σχήματος τῆς χειρὸς, ἃ διὰ μικρῶν Ἱπποκράτης ἐφεξῆς διδάσκει, λέξει διεξοδικῇ καὶ σαφεῖ χρώμενος, ὡς ὀλίγα πάνυ κατ’ αὐτὴν ἐξηγήσεως δεῖσθαι καὶ μάλιστα τοῖς πεπαιδευμένοις τὴν ἐν παισὶ παιδείαν ἢ παρὰ διδασκάλοις ἀνεγνωκόσιν τὸ βιβλίον, οἷσπερ δὴ καὶ γράφεται τὰ ὑπομνήματα.