Ἁπάντων δὲ χρὴ τῶν οἰδημάτων χρονιζόντων τῶν περὶ ταῦτα τὰ χωρία ὑποσκέπτεσθαι τὰς ἐκπυήσιας. Ἑνὶ κεφαλαίῳ περιλαβὼν εἴρηκεν ἃ καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλωσε κατὰ μέρος, ὥστε οὐδὲν δεῖν νεωτέρας ἐξηγήσεως τῇ ῥήσει.