Προγινώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσι τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔσεσθαι, ὁκόσα τε παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγεύμενος, πιστεύοιτ’ ἂν μᾶλλον γινώσκειν τὰ τῶν νοσεόντων πρήγματα· ὥστε τολμᾷν ἐπιτρέπειν τοὺς ἀνθρώπους σφέας ὡυτοὺς τῷ ἰητρῷ. Τὸ πρῶτον τῶν κεφαλαίων ἐν τούτῳ τῷ λόγῳ κατασκευάζει, τολμᾷν φάσκων τοὺς ἀνθρώπους ἐπιτρέπειν ἑαυτοὺς τῷ ἰατρῷ, διὰ τὴν τῆς προῤῥήσεως ἐπιτυχίαν. ἕπεται γὰρ ταύτῃ τὸ πιστεύεσθαι γινώσκειν τὸν ἰατρὸν ἀκριβῶς ἅπαντα τῶν νοσούντων τὰ πράγματα, τουτέστιν ὁποία τίς ποτε τούτοις ἡ κατασκευὴ τοῦ νοσήματος ὑπάρχει, ὥστ’ εἶναι τὸ συνεχὲς τῆς ἀποδείξεως ὧδέ πως περαινόμενον. ὁ ἰατρὸς ἐξ ὧν προλέγει πιστεύεται γινώσκειν τὴν φύσιν τοῦ νοσήματος. ὁ πιστευόμενος γινώσκειν τὴν φύσιν τοῦ νοσήματος εὐπειθεστέρους ἔχει τοὺς κάμνοντας. ὁ τοὺς κάμνοντας εὐπειθεστέρους ἔχων μᾶλλον ἰᾶται τὰς νόσους. ὁκόσα τε παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγεύμενος. παραλείπουσιν οἱ ἀσθενοῦντες οὐχ ἅ μηδ’ ὅλως ἐπίστανται, καθάπερ ἔνιοι τῶν ἐξηγητῶν γράφουσι, τοὺς ἐν τῷ βάθει τοῦ σώματος τόπους πεπονθότας ἢ τὰς αἰτίας τε καὶ διαθέσεις αὐτῶν· ἀλλὰ τῶν μὲν αἰτίων τὰ προκαταρκτικὰ λεγόμενα μόνα, τῶν δὲ περὶ τὸ σῶμα συμπτωμάτων τὰ φαινόμενα, οἷον ἐρυθρὰ τὰ μῆλα τοῖς περιπνευμονικοῖς, ἔνια γὰρ τῶν τοιούτων παραλείπουσι· τούτων μὲν οὖν ὅσα κατὰ τὴν διήγησιν οἱ κάμνοντες οὐκ εἶπον, ἐὰν ἀκούσωσι παρὰ τῶν ἰατρῶν, εὐλόγως αὐτοὺς θαυμάζουσι. τίνι δὲ μεθόδῳ χρώμενοι τοῦτο πράξωμεν ἐπιδείξω τοῦ λόγου προϊόντος.