Καὶ τὰ σκέλεα ὑπτίου κειμένου ξυγκεκαμμένα εἷναι ἰσχυρῶς καὶ διαπεπλεγμένα. Γράφεται γὰρ ἑκατέρως, διὰ τοῦ γ καὶ διὰ τοῦ χ, σημαίνει δὲ τὰ διεστῶτα μέχρι πλείστου. καὶ εἴη ἂν ἄτοπος ἡ τοιαύτη κατάκλισις, ὡς παραφροσύνην ἐμφαίνειν, οὐδενός γε οὕτως εἰθισμένου κοιμᾶσθαι, ὥσπερ οὐδ’ εἰ περιπεπλεγμένα γράφοιτο· καὶ γὰρ οὕτως ἀλλόκοτος ἡ κατάκλισις, ἐὰν ὕπτιός τις κείμενος ἔχῃ τὰ σκέλη συγκεκαμμένα τε καὶ ἀλλήλοις περιπεπλεγμένα.