Εἰ δὲ καὶ προπετὴς γίνοιτο καὶ καταῤῥέοι ἀπὸ τῆς κλίνης ἐπὶ πόδας, δεινότερόν ἐστιν. Ὥσπερ ἡ ἐπὶ τὰς πλευρὰς κατάκλισις ἔχεταί τινος ἐνεργείας, οὕτως καὶ ἡ ἀνάῤῥοπος ὑπτία, καθ’ ὃν τρόπον ἅπαντες κατακλινόμεθα. διὸ κἂν ἐπὶ τῆς ἑτέρας τῶν πλευρῶν κατακλίνῃς νεκρὸν σῶμα, περιτραπήσεται πάντως ἤτοι πρὸς τὸ πρηνὲς ἢ τὸ ὕπτιον σχῆμα, καθάπερ εἰ καὶ ἀνάῤῥοπον αὐτὸ σχηματίσαις, ἐπὶ πόδας γὰρ οὕτως κατενεχθήσεται. εἰκότως οὖν ἔφη μοχθηρὸν εἶναι τὸ σημεῖον τοῦτο, νέκρωσίν τινα τῆς διοικούσης τὸ σῶμα δυνάμεως ἐνδεικνύμενον.