ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΡΟΓΝΩΣΤΙΚΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Α. Τὸν ἰητρὸν δοκέει μοι ἄριστον εἶναι πρόνοιαν ἐπιτηδεύειν. Ὅτι μὲν οὖν ἀντὶ τῆς προγνώσεως εἴρηκε τὴν πρόνοιαν ἄντικρυς δῆλον· ἐπιφέρων γοῦν φησι, προγινώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσιν. ἐδέησε δὲ αὐτῷ τοῦ προοιμίου κατὰ τοῦτο τὸ σύγγραμμα, καίτοι γε οὐ πάνυ τι προοιμίοις χρωμένῳ, διά τινας ὡς εἰκὸς ἰατροὺς τῶν κατ’ αὐτὸν οἷοι καὶ νῦν εἰσι τῶν μεθοδικοὺς ἑαυτοὺς ὀνομαζόντων, ἰατροῦ μὲν ἔργον εἶναι φάσκοντες ἤτοι φυλάττειν τὴν οὖσαν ὑγείαν, ὡς ἐπὶ τῶν ὑγιαινόντων ἢ ἀναλαμβάνειν τὴν διεφθαρμένην, ὡς ἐπὶ τῶν νοσούντων. μάντεως δὲ τὸ προλέγειν τὸ γενησόμενον. ἐπιδείκνυσιν οὖν ὁ Ἱπποκράτης διὰ τοῦ προοιμίου χρήσιμον ἰατρῷ τὸ προγινώσκειν ὑπάρχειν, εἰς τρία κεφάλαια τὸν λόγον ἀνάγων, ἓν μὲν, ὅτι τοὺς νοσοῦντας εὐπειθεστέρους ἕξει τοῖς ὑφ’ ἑαυτοῦ προσταττομένοις, δεύτερον δὲ ὅτι προειδὼς τὰ συμβησόμενα τοῖς κάμνουσιν, ἐκ πολλοῦ πρὸς αὐτὰ παρασκευάσεται καὶ τρίτον, ὅτι θανάτου τῶν νοσούντων αὐτὸς ἀναίτιος ὑπολειφθήσεται. βούλεται δ’ οὐδὲν ἧττον ὑπάρχειν αὐτῷ τοῦτο, τὸ καὶ τῆς ὑγείας αἴτιον νομίζεσθαι. προσχῶμεν οὖν ἤδη ταῖς ῥήσεσιν, ἐξ ὧν ἕκαστον τῶν εἰρημένων κεφαλαίων κατασκευάζει.