ΠΕΡΙ ΤΩΝ ΟΥΧ ΕΩΡΑΜΕΝΩΝ ΙΠΠΟΚΡΑΤΕΙ ΕΚΠΤΩΣΕΩΝ. Ὁ μὲν Ἱπποκράτης εἰς μασχάλην μόνον ἑωρακέναι φησὶν ὀλισθαίνοντα βραχίονα· τῶν δὲ μετ’ αὐτὸν ἰατρῶν ἔνιοι καὶ ἄλλας ἐκπτώσεις ἔγραψαν, ὡς οἷόν τε καὶ αὐτοὶ καὶ ἡμεῖς δὲ αὐτοὶ πεντάκις εἴδομεν ἄχρι δεῦρο, κατὰ μὲν τὴν Ἀσίαν ἅπαξ, ἐν Ῥώμῃ δὲ τετράκις. ὁσάκις δὲ, οἶμαι, καὶ συνέβη τινὶ γενέσθαι πάθημα τοιοῦτον ἐν τῇ πόλει διὰ τὸ πάντας ἰατροὺς ἐοικέναι ἐμοὶ τὰ παράδοξα δεικνύναι συμβολῆς ἕνεκα, ἐγένοντο μὲν τέτταρες ἐκπτώσεις ἅπασαι μὲν ἐν τῇ πρόσω χώρᾳ, διαφέρουσαι δὲ ἀλλήλων· πλησιέστερον ἢ ποῤῥώτερον εἶναι τῆς διαρθρώσεως κατὰ τὸ μῆκος τοῦ κώλου καὶ πλάτος. ἐθαύμαζον δή πως τοῦ μὲν οὐδ’ ὅλως, τῶν δὲ μετ’ αὐτὸν ἑωρακέναι λεγόντων ὁ μέν τις ἅπαξ, ὁ δὲ δὶς, οὐδεὶς δ’ οὕτω πολλάκις, ὡς ἡμεῖς ἄχρι δεῦρο. τάχ’ ἂν καὶ αὖθις ὀφθῇ μοί τι τοιοῦτον. νομίζω γὰρ οὐ κατὰ τύχην, ἀλλὰ δι’ αἰτίας εὐλόγους οὕτως ἀπηντηκέναι τὸ πρᾶγμα,’ περὶ οὖ ἑξῆς ἐρῶ. κατὰ μέν γε τὴν ἡμετέραν Ἀσίαν τὸ πρῶτον ἐθεασάμην ἔκπτωσιν τοιαύτην, ἔθ’ ὑπὸ τοῖς ἐκεῖ διδασκάλοις παιδευόμενος ἐν Σμύρνῃ. ἔστι δὲ ἡ πόλις αὕτη πολλαπλασία τὸ μέγεθος, ἧς Ἱπποκράτης μέμνηται συνεχῶς ὡς ἐπὶ τὸ πλεῖστον ἐν αὐτῇ διατρίψας, μετὰ τὸ τριακοστὸν ἔτος ἐν Ῥώμῃ διέτριψα, πόλει τοσοῦτον ἀνθρώπων πλῆθος ἐχούσῃ, ὡς ἐπαινεῖσθαι Πολέμωνα τὸν ῥήτορα τῆς οἰκουμένης ἐπιτομὴν αὐτὴν εἰπόντα. καὶ τοίνυν ὅτι τέτταρες ἐν αὐτῇ γεγόνασι μέχρι νῦν ἐξαρθρήσεις τοιαῦται σαφές. διὰ δὲ τὸ πάντας, ὡς ἔφην, ἐμοὶ τοὺς ἰατροὺς κοινοῦσθαι περὶ τῶν παραδόξων ὀφθέντων, οὐ μόνον ἐν Ῥώμῃ λαθεῖν οὐκ ἐδύνατο συμβαῖνόν τι τοιοῦτον, ἀλλὰ οὐδὲ κατὰ τὸν λιμένα καὶ τὴν πλησίον αὐτοῦ πόλιν ἣν Ὀστίαν ὀνομάζουσι διὰ τὸ καὶ τοὺς ἐν ἐκείνοις τοῖς χωρίοις ἰατρεύοντας ἅπαντας εἶναι φίλους, οὖσι καὶ αὐτοῖς πολυανθρώποις. αἱ δὲ πόλεις, ὧν Ἱπποκράτης ἐμνημόνευσεν, ὡς ἐν αὐταῖς ἐπὶ πλέον διατρίψας ἑνὸς ἀμφόδου τῶν ἐν Ῥώμῃ πλείονας οὐκ εἶχον οἰκήτορας. οὐδὲν οὖν θαυμαστὸν ἐν πόλει πλῆθος ἀνθρώπων ἐχούσῃ πλείους ὁμοίως παθόντας. ἔτι δὲ κἀκεῖνο διδαχθεὶς ἀπὸ τῆς πείρας εἰς τὴν τῆς αἰτίας εὕρεσιν ἐποδηγήθην. ἔνιοι μὲν γὰρ ἐν παλαίστραις τοιούτῳ τρόπῳ πεσόντες, ἐνίοις δὲ ἔοικεν ὑπὸ τῶν ἰατρῶν γενέσθαι. δύο γάρ τινες τῶν ὀφθέντων μοι τὴν μέν ἔκπτωσιν ἔλεγον εἰς μασχάλην γεγονέναι, μοχλευόντων δὲ ἀμαθῶς τῶν ἰατρῶν σφηνωθῆναι τὸ ἄρθρον, οὐχ ὡς ἑωρᾶτο κατὰ συμβολὰς τῶν μυῶν· ὥστε τῷ κατὰ τὴν τῶν Ῥωμαίων πόλιν πλήθει, εἰ προθείης τὰς εἰρημένας αἰτίας δύο, ζητήσεις οὐ διὰ τί τοσούτους γε εἶδον, ἀλλὰ διὰ τί γε οὐχὶ πλείους εἶδον, οἷς οὕτως ἐξήρθρησεν. ἐπὶ γάρ τοι τῶν Ἱπποκράτους χρόνων οἱ ἰατρεύοντες ἐμεμαθήκεισαν νομίμως καὶ μάλιστα περὶ τὰς τοιαύτας χειρουργίας τέχνην. οἱ δὲ νῦν μὴ μαθόντες ὅλως ἢ παντάπασιν ὀλίγῳ χρόνῳ μαθόντες· εἶτα τῶν παλαισμάτων τῇ ἐμπειρίᾳ θαυμαστὸν ὅσον ἐπιδέδωκε τῶν διδασκόντων αὐτὰ πολυειδῶς ἐκστρεφόντων καὶ λυγιζόντων τὰ κῶλα. ζητήσεις οὖν, ἔφην, οὐ διὰ τί τοσούτους εἶπον, ἀλλὰ διὰ τί πλείους οὐκ εἶδον ἐν τοσαύταις μυριάσιν ἀνθρώπων ὑπὸ πολλῶν μὲν παιδοτριβῶν, παμπόλλων δὲ ἰατρῶν ἀμαθῶν εἰς τοιαύτας ἐξαρθρήσεις ἀγομένων. ἡ δ’ οὖν ἐμβολὴ καίτοι τῶν ἐξαρθρημάτων τοῖς αὐτοῖς τάσσεται σκοποῖς, ἀντιτάσει τε καὶ μοχλείᾳ καὶ ἀποθέσει. προσήκει δὲ οὐκ ἐπὶ μασχάλης ἐκπτώσεως, οὕτω καὶ νῦν μὲν μοχλεύειν. ἐπ’ ἐκείνης μὲν γὰρ ἔδει πρόσω πρῶτον, εἶτ’ ἄνω τὸ ἄρθρον ἄγειν, ἄχρις ἂν ἐπ’ εὐθείας γένηται τῇ κοιλότητι. νῦν δὲ ἐπειδὴ πάντως μὲν ἐν τοῖς πρόσω μέρεσι τῆς διαρθρώσεώς ἐστιν, ἤτοι δ’ ἐγκέκλεισται πρὸς τὴν ἔνδον ἢ τὴν ἔξω χώραν ἐσφηνωμένον ἐν τοῖς μυσὶν ὠθεῖν αὐτὸ χρὴ πρὸς τὴν ἐναντίαν χώραν ἐμβαλόντα τῶν μυῶν ἀνασπασθὲν εἰς τὴν μασχάλην ἐνεχθῆναι. μάλιστα μὲν οὖν οὔτε ἡ ἀντίτασις ἐᾷ γενέσθαι τοῦτο, καὶ κατὰ ταύτην δὲ τὴν ἀντίτασιν οὐδὲ χεῖρόν ἐστιν ἠσφαλίσθαι τὸ κατὰ τὴν μασχάλην χωρίον, ὡς ἐπράξαμεν ἐν Σμύρνῃ περὶ τὸ γενόμενον οὕτως ἐξάρθρημα. κατὰ παλαίστραν μὲν γάρ τινι συνέβη διαπλωθείσης τῆς χειρὸς ὑπὸ τοῦ παλαίοντος, ὅστις μάλιστα τρόπος εἰς τὸ πρόσω δύναται μεταστῆσαι τὸ ἄρθρον. ὕπτιον δὲ κατακλίναντες τὸν πεπονθότα τὴν ἀντίτασιν ἐποιησάμεθα τῇ διὰ τῆς πτέρνης παραπλησίαν ὄπισθεν μὲν καθίσαντές τινα, περιβάλλοντες δὲ τὴν μασχάλην πλατὺν ἱμάντα προϋποβεβλημένου τινὸς εἰς τὸ κοῖλον ἐκπληρώματος. αὐτοὶ δὲ, ὡς ἔφην, ἔξω τῶν προσφιγγόντων τὸ ἄρθρον μυῶν ἀπώσαντες, εἶτ’ ἀνέντες τὴν κατάτασιν ἐπετρέψαμεν ἀνασπασθῆναι πρὸς τῶν μυῶν εἰς ἑαυτοὺς συντρεχόντων ἐμβληθῆναι τῇ κοιλότητι. τοῦτο μὲν οὖν εὐκόλως ἐνέπεσε· καὶ γὰρ παραχρῆμα κατ’ αὐτὴν τὴν παλαίστραν ἐπεχειρήσαμεν τῇ θεραπείᾳ. καὶ ἤρκεσέ γε ἡ τῆς πεπονθυίας χειρὸς ἡ κατάτασις ὑφ’ ἡμῶν αὑτῶν γινομένη, καθάπερ ἐπὶ τοῦ διὰ τῆς πτέρνης τρόπου, ἄλλοτε δὴ καὶ διὰ βρόχου τὴν κατάτασιν ἐποιησάμεθα. χρὴ δὲ ἰσότονον εἶναι τὸν βρόχον, οἷός ἐστιν ὅ τε διπλοῦς καρχήσιος ὅ τ’ ἐκ δυοῖν διαντέων· ἄλλοτε δὲ κεχρονισμένου τοῦ ἐξαρθρήματος ἐδεήθημεν τοῦ Ἱπποκρατείου βάθρου, περὶ οὗ ποιήσει τὴν διδασκαλίαν αὐτὸς ἐπὶ προήκοντι τῷ συγγράμματι, νυνὶ δὲ ἀρκέσει τῶν κατολισθημάτων. ἑξῆς οὖν αὐτῷ περὶ τῆς διαφορᾶς αὐτῶν τῶν σωμάτων, ἐν οἷς ἧττον καὶ μᾶλλον ἐκπίπτει τὰ ἄρθρα διδάσκοντι συνακολουθήσομεν. Εἰδέναι μὲν οὖν χρὴ ὅτι φύσιες φυσίων μέγα διαφέρουσιν ἐς τὸ ῥηϊδίως ἐμπίπτειν τὰ ἐκπίπτοντα. διενέγκοι μὲν γὰρ ἅν τι καὶ κοτύλη κοτύλης, ἡ μὲν εὐυπέρβατος ἐοῦσα, ἡ δὲ ἧσσον. πλεῖστον δὲ διαφέρει καὶ τῶν νεύρων ὁ σύνδεσμος, τοῖσι μὲν ἐπιδόσιας ἔχων, τοῖσι δὲ ξυντεταμένος ἐών. Συντελέσας τὸν περὶ τῶν ἐμβολῶν λόγον ἤρξατο νῦν διδάσκειν αἰτίας. τισὶν ἐκπίπτει μὲν οὖν ῥᾳδίως ἐμβάλλεταί τε χωρὶς τῆς μεγάλης πραγματείας ὁτιοῦν ἄρθρον. ἐν οἷς δὲ ἐκπίπτει ὀλιγάκις, ἐμβάλλεταί γε χαλεπῶς. εἴρηται δ’ ὑφ’ ἡμῶν ἔμπροσθεν ἤδη τήν τε τῶν ὀστῶν διάρθρωσιν ἀντιωμένων, τήν τε τῶν προκειμένων αὐτοῖς μυῶν, ἤτοι συντονίαν ἢ χαλαρότητα. Καὶ γὰρ ἡ ὑγρότης τοῖσιν ἀνθρώποισι γίνεται ἡ ἐκ τῶν ἄρθρων διὰ τῶν νεύρων τὴν ἀπάρτισιν ἢ χαλαρά τε εἴη φύσει καὶ τὰς ἐπιτάσιας εὐφόρως φέρῃ. συχνοὺς γὰρ ἄν τις ἴδοι, οἳ οὕτως ὑγροί εἰσιν, ὥστε ὁπόταν ἐθέλωσι, τότε αὐτοῖσι τὰ ἄρθρα ἐξίστανται ἀνωδύνως καὶ καθίστανται ἀνωδύνως. Ἐνηλλαγμένως μοὶ δοκεῖ τὴν ἑρμηνείαν ποιεῖσθαι· διὰ γὰρ τὴν ὑγρότητα τῆς φύσεως τοῦ ἀνθρώπου γιγνομένων τῶν νευρωδῶν σωμάτων χαλαρῶν, οὐ διότι ταῦτά ἐστι χαλαρὰ, διὰ τοῦτο ὑγραινομένων τῶν περὶ τὰ ἄρθρα. ἡ λέξις αὐτοῦ τὸ ἐναντίον εἴρηκε, δοκεῖ μοι βουληθεὶς τὴν ἑτοιμοτάτην ἐπὶ πλέον ἔκτασιν τῶν νευρωδῶν ποιεῖσθαι σωμάτων, ἐκ τῆς τῶν ἀνθρώπων ὑγρότητος οὐ κρατῆσαι τούτων κατὰ τὴν ἑρμηνείαν, ἀλλὰ χρησάμενος οὐ κυρίως λίαν συνδέσμῳ πρὸς τὴν τῆς αἰτίας νόησιν ἄγει τοὺς ἀναγινώσκοντας. Διαφέρει μέντοι καὶ σχέσις τις σώματος· τοῖσι μὲν γὰρ εὖ ἔχουσι τὸ γυῖον καὶ σεσαρκωμένοισιν ἐκπίπτει τε ἧσσον, ἐμπίπτει τε χαλεπώτερον. ὅταν δὲ αὐτοὶ σφῶν αὐτῶν λεπτότεροι καὶ ἀσαρκότεροι ἔωσι, τότε ἐκπίπτει τε μᾶλλον, ἐμπίπτει τε ῥᾷον. σημεῖον δὲ ὅτι ταῦτα οὕτως ἔχει τόδε· τοῖσι γὰρ βουσὶ τότε ἐκπίπτουσι μᾶλλον οἱ μηροὶ ἐκ τῆς κοτύλης, ἡνίκα ἂν αὐτοὶ σφῶν αὐτῶν λεπτότατοι ἔωσι. γίνονται δὲ καὶ βόες λεπτότατοι τοῦ χειμῶνος τελευτῶντος, τότε οὖν καὶ ἐξαρθρέουσι μάλιστα. εἰ δή τι καὶ τοιοῦτο δεῖ ἐν ἰητρικῇ γράψαι, δεῖ δέ. Αἱ μὲν φύσεις καὶ διαφοραὶ τῶν ἄρθρων, ἐφ’ αἷς ἢ τὸ ῥᾳδίως ἢ μόγις αἵ τε ἐξαρθρήσεις καὶ ἐμβολαὶ γίνονται, δύο εἰσὶν, ἃς ἐγὼ πολλάκις εἶπον ἔν τε τῇ πρὸ ταύτης ἔγραψα ῥήσει. προσέρχεται δὲ αὐταῖς ἐνίοτε καὶ τρίτη, περὶ ἧς νῦν διδάσκει, κατὰ πάχος τε καὶ λεπτότητα τοῦ σώματος γιγνομένη, ἣν ὀνομάζουσι σχέσιν. ὅσοι γὰρ ἂν εὑρεθῶσιν εὐσαρκότεροι γενηθεῖσιν ἑαυτῶν οἱ ἄνθρωποι, τοσούτῳ δυσκολώτεροι αἵ τε ἐμπτώσεις τῶν ἄρθρων αὐτοῖς, αἵ τε ἐμβολαὶ συντελοῦνται διὰ τὸ σφίγγεσθαι πανταχόθεν αὐτὰ τῷ πλήθει τῶν σαρκῶν. ἔμπαλιν δὲ τοῖς λεπτυνθεῖσι χαλαρὸν μὲν τὸ δέρμα γίνεται τῶν περικειμένων ταῖς ἀρθρώσεσι σαρκῶν ὀλίγοισί τε εἰκῆ ταῖς διαρθρώσεσιν. ἐὰν μέντοι τις ἰσχνὸς ᾖ φύσει, κάκιον οὐδὲν ἔχει τοῦ παχυτέρου. δέδεικται γὰρ ἐν τοῖς περὶ κράσεων ὁ μὲν ἰσχνότερος φύσει ξηρότερος ὢν τὴν κρᾶσιν, ὁ δὲ παχύτερος ὑγρότερος, ὥστε τῶν μὲν ἰσχνῶν σύντονος οὖσα τῶν μυῶν ἡ οὐσία σφίγγει τὴν διάρθρωσιν, τῶν δὲ παχυτέρων, καθόσον μὲν πλείους αἱ σάρκες εἰσὶν, ἀποκλείουσί γε τὴν πέριξ τῶν ἄρθρων χώραν, καθόσον δὲ μαλακαὶ ῥᾳδίως ἀνατρέπονται, παραδέχουσαι τὰς κεφαλὰς ἑξῆς τῶν ἐξισταμένων φαλακρῶν ὀστῶν, ὥστε ἀνίστασθαι τὰ κατὰ τὰς ἐκπτώσεις ἑκατέροις. εἰ μέντοι τις εὔσαρκος φύσει κατά τινα καιρὸν ἰσχνότερος ἑαυτοῦ γίνηται, ῥᾷον ἂν ἐκπίπτει τε τούτῳ καὶ αὖθις ἐμπίπτει κατὰ τὸν καιρὸν ἐκεῖνον ἢ πρόσθεν, ὥσπερ καὶ εἰ σαρκωθείη τις ὢν φύσει λεπτὸς, ἐκπίπτει τ’ ἂν αὐτῷ μόγις, ἐμβάλλοιτό τε χαλεπῶς, τούτου τε λόγου τὰ κατὰ τοὺς βοῦς φαινόμενα γράφει μαρτύρια σαφῶς ἑρμηνεύων, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι, πλὴν εἰ λέξις τις εἴη μία που καὶ δύο τοιαῦται, περὶ ὧν ἐπισημανοῦμαι κἀγώ. Καλῶς γὰρ Ὅμηρος καταμεμαθήκει ὅτι πάντων τῶν προβάτων βόες ὅτι μάλιστα πονέουσι ταύτην τὴν ὥρην καὶ βοῶν οἱ ἀρόται, ὅτι κατὰ τὸν χειμῶνα ἐργάζονται. τούτοισι τοίνυν ἐκπίπτει μάλιστα, οὗτοι γὰρ μάλιστα λεπτύνονται· τὰ μὲν γὰρ ἄλλα βοσκήματα δύναται βραχεῖαν τὴν πόην βόσκεσθαι, βοῦς δὲ οὐ μάλα, πρὶν βαθεῖα γένηται. τοῖσι μὲν γὰρ ἄλλοισίν ἐστι λεπτὴ ἡ προβολὴ τοῦ χείλεος, λεπτὴ δὲ ἡ ἄνω γνάθος, παχεῖα δὲ καὶ ἀμβλεῖα ἡ ἄνω γνάθος, διὰ ταῦτα ὑποβάλλειν εἰς τὰς βραχεῖας πόας οὐ δύνανται. Πρόβατα νῦν εἷπεν ἅπαντα τὰ βοσκήματα, καθάπερ ἐν τῷ περὶ ἱερῆς νόσου γέγραπται κατὰ λέξιν οὕτως· οὐκ ἔστιν ἄλλο πρόβατον οὐδὲν ἢ βόες καὶ αἶγες. καὶ τὸ παρὰ τῷ ποιητῇ τοιοῦτόν ἐστιν, ἔνθα φησί· Πολλά τέ οἱ πρόβατ’ ἐστί. βούλεται γὰρ ἀγέλας βοσκημάτων δηλοῦν. ἐχρήσαντο καὶ ἄλλοι οὕτως τῶν παλαιῶν τῇ φωνῇ.