Καὶ οἱ καλεόμενοι δὲ ἐκ γενεῆς γαλιάγκωνες διὰ δισσὰς ξυμφορὰς ταύτας γίνονται· ἤν γέ τι τοιοῦτον αὐτοὺς ἐξάρθρημα καταλάβῃ ἐν γαστρὶ ἐόντας, διά τε ἄλλην συμφορὴν, περὶ ἦς ὕστερόν ποτε γεγράψεται. Εἴτε ἀπὸ τῆς πρὸς τὰς γαλᾶς ὁμοιότητος ἐκλήθησαν οἱ γαλιάγκωνες εἴτ’ ἀπ’ ἄλλου τινὸς ἐπιτρέπειν χρὴ τοῖς περὶ αὐτὰ σπουδάζουσιν ἐπιμελῶς ζητεῖν. ἰατρῷ δὲ χρήσιμον ἐπίστασθαι τὸ γεννᾶσθαί τινας ἐξάρθρους ἀμφότερα τὰ κατ’ ὦμον ἄρθρα, τό τε ἀριστερὸν καὶ τὸ δεξιὸν, ὅτι τε μικροὺς ἐξ ἀνάγκης ἔχουσιν οὗτοι τοὺς βραχίονας. εἰδέναι δεῖ τινα καὶ ἄλλην συμφορὰν ἐργαζομένην ταὐτὸ πάθημα, περὶ ἧς αὖθις ἐρεῖν ἐπαγγέλλεται. χαλεπὸν δὲ εὑρεῖν ἑτέραν, ἣν αὐτὸς ἐφεξῆς λέγει συμβαίνειν τοῖς νηπίοις. ἔχει δὲ ἡ λέξις οὕτως. Ἀτὰρ καὶ οἷσιν ἔτι νηπίοισιν ἐοῦσι κατὰ τὴν κεφαλὴν τοῦ βραχίονος βαθεῖαι καὶ ὑποβρύχιοι ἐκπυήσιες γίνονται; καὶ οὗτοι πάντες γαλιάγκωνες γίνονται. καὶ ἤν τε τμηθῶσιν ἤν τε καυθῶσιν ἤν τε αὐτόματόν σφιν ἐκραγῇ, εὖ εἰδέναι χρὴ ὅτι ταῦτα οὕτως ἔχει. χρέεσθαι μέντοι τῇ χειρὶ δυνατώτατοί εἰσιν οἱ ἐκ γενεῆς γαλιάγκωνες, οὐ μὴν οὐδὲ ἐκεῖνοί γε ἀνατεῖναι παρὰ τὸ οὖς τὸν βραχίονα ἐκτανύσαντες τὸν ἀγκῶνα δύνανται, ἀλλὰ πολὺ ἐνδεεστέρως ἢ τὴν ὑγιέα χεῖρα. Δύναται δὲ τοῦτο καὶ κυουμένοις ἐπισυμβαίνειν· συμφορὰν δ’ ἄλλην ἔτι κυουμένοις ἐξαρθρήματος αἰτίαν γίνεσθαι χαλεπὸν εὑρεῖν, ἀμφοτέρας δὲ ταύτας οὐκ ἀδύνατον συμβῆναι· καὶ γὰρ ἐκπυῆσαι δυνατόν ἐστι τὸ ἐκραγῆναι καὶ ἀπουλωθῆναι τῷ κυουμένῳ τῷ βρέφει πρὸς τῆς φύσεως καὶ τοῦτο μᾶλλον ἔτι κατὰ ἔμπτωσιν ἐνδέχεται τοῦ κατ’ ὦμον ἄρθρου διά τε τὴν ὑγρότητα τῆς φύσεως τοῦ παιδίου καὶ τῆς κατὰ διάρθρωσιν κοτύλης τὸ εὐυπέρβατον.