Καὶ ταύτη τὸ μὲν δέρμα τελέως διακαίειν χρὴ, βαθύτερον δὲ οὐ χρή. φλέψ τε γὰρ παχείη πλησίη καὶ νεῦρα, ὧν οὐδέτερα θερμαντέα. Τὴν προσαγορευομένην ὠμιαίαν φλέβα λέγει νῦν παχεῖαν ἐν ἴσῳ τῷ εὐρεῖαν ἢ μεγάλην. ἐπίκειται δὲ αὐτῇ συμβολὴ τῶν προειρημένων δύο μυῶν ἔχουσα παρακείμενον νεῦρον, ἀφ’ οὖ πᾶν τὸ πέριξ τῆς φλεβὸς δέρμα ἀπονεμήσεις λαμβάνει. τὸ μὲν οὖν φυλάττεσθαι ψαύειν τε τοῦ νεύρου καὶ τῆς φλεβὸς ἐν τῇ τοῦ δέρματος καύσει σαφῶς ἐδίδαξεν, οὐ μὴν ἐδήλωσέ γε πότερον ἐν τοῖς πρώτοις μέρεσι τῆς φλεβὸς ἢ ἐν τοῖς ἔνδον ἢ κατ’ αὐτὴν ἀκριβῶς κελεύει καίειν. ἐγχωρεῖ γὰρ τοῦτο ποιῆσαι πρῶτον μὲν ἀνατείναντα τὸ δέρμα καθ’ ὃν εἴρηται τρόπον ἐπὶ τῆς μασχάλης, εἶτ’ ἐγκάρσιον διακαύσουσα, κἄπειτα τὸ ὑπάλειπτρον διεκβαλόντα καὶ κατὰ κύκλου τὴν δευτέραν ἐπέρεισιν τοῦ καυτηρίου ποιησάμενον· ὥσπερ γὰρ ἐν τῇ μασχάλῃ, καίτοι γε ὑποκειμένων νεύρων μεγίστων καὶ σὺν αὐτοῖς ἀρτηρίας καὶ φλεβὸς εὐρυτάτης, ὅμως ἐκέλευσε καίειν τὸ δέρμα, τὴν ἀσφάλειαν τοῖς ὑποκειμένοις παρασκευάζων ἐκ τῆς τοῦ ὑπολείπτρου διαρθρώσεως, οὕτω κἀπὶ τῆς νῦν προειρημένης καύσεως οὐδὲν θαυμαστὸν ἐπ’ αὐτοῦ τοῦ κατὰ τῆς φλεβὸς ἐπικειμένου δέρματος ἀξιοῦν αὐτὸν τίθεσθαι τὰς ἐσχάρας. ἐκεῖνα μὲν οὖν τὰ νεῦρα τόνους ἐπικαιροτάτους εἷπεν εἰθισμένος χρῆσθαι τούτῳ τῷ ὀνόματι κατὰ τῶν μεγάλην δύναμιν ἐχόντων, ὥσπερ ἔχουσιν ἐκεῖνοι, κατά γε τὸ πλησίον εἶναι τοῦ νωτιαίου καὶ αὐτοὺς παχυτάτους τὴν οὐσίαν ὑπάρχειν, παρὰ δὲ τοῦ τῆς ὠμιαίας φλεβὸς νεῦρον ἁπλῶς εἶπεν, οὐκέτι προσθεὶς τὸ ἐπίκαιρον. καὶ γὰρ ποῤῥωτάτω καὶ τοῦ νωτιαίου καὶ μικρὸν τῷ μεγέθει. Ὄπισθεν δ’ αὖ ἄλλην ἐσχάρην ἐνδέχεται ἐνθεῖναι, ἀνωτέρω μὲν συχνῷ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην, κατωτέρω δὲ ὀλίγῳ τῆς κεφαλῆς τοῦ βραχίονος, καὶ τὸ μὲν δέρμα τελέως χρὴ διακαίειν, βαθεῖαν δὲ μηδὲ κάρτα ταύτην ποιέειν· πολέμιον γὰρ τὸ πῦρ νεύροισιν. Ἐπὶ τὴν ὑπόλοιπον χώραν τῶν ὑποδεχομένων τὸ κατ’ ὦμον ἄρθρον ἐκπῖπτον ἀφίκετο τῷ λόγῳ, αὕτη δέ ἐστιν ἐν τοῖς ἔξω μέρεσι τῆς πρόσω χώρας, εἰς ἣν καὶ αὐτὴν ἑώραταί μοι ἅπαξ ἐκπεσὼν ὁ βραχίων. οὐκ ὀρθῶς δὲ ἐν τοῖς πλείστοις τῶν ἀντιγράφων ἡ λέξις οὕτως γέγραπται, ὀπισθίην τε αὖ ἄλλην ἐσχάρην· οὐ γὰρ ὄπισθεν ὁ τόπος οὗτός ἐστι τῆς διαρθρώσεως, ἀλλ’ ἔξωθεν. εἰ γοῦν τις ἀκριβῶς ἐθέλοι διορίσαι τοὺς περικειμένους τόπους τῇ κατ’ ὦμον διαρθρώσει πλάτος ἔχοντας, δῆλον ὅτι νοῶν μὲν ἅπαντας ἐν μὲν τοῖς πρόσω μέσην μὲν εἶναί τινα γραμμὴν ἀπλατῆ, νοουμένην ἀκριβῶς μέσην, ἄνωθεν κατὰ μῆκος τοῦ βραχίονος τεταμένην, ἐπὶ πλάτει δ’ ἑκατέρωθεν ὁριζομένην τὸ πρόσω· κατὰ μὲν τὴν ἔνδον χώραν ὑπὸ τῆς ὠμιαίας φλεβὸς, ἔξωθεν δὲ μέχρι τοσούτου πάλιν ἄλλου δή τινος διαστήματος, ὧν ἡ φλὲψ αὕτη τῆς ἀπλατοῦς ἀφέστηκεν. οὗτοι μὲν οὖν ὅροι τῆς πρόσω χώρας, ἐφ’ ἑκάτερα δὲ τῶν δύο ἕτεροι, ἀφ’ ἦς οἱ κατὰ τὴν μασχάλην τένοντες, ὁ μὲν τὴν ἔνδον ὁρίζων χώραν, ὁ δὲ τὴν ἔξω. τὴν μὲν ἔνδον χώραν τῆς διαρθρώσεως νοεῖσθαί σοι τοῦ μετὰ τῆς φλεβὸς καὶ οὐ μεταξὺ τῆς μασχάλης περιγράφοντος ἔξωθεν τένοντος· ἔτι τε τῆς γραμμῆς ἐκείνης, ὧν ἠξίουν ἀπέχειν διαστημάτων μεταξὺ διάστημά τι τῆς ὠμιαίας φλεβὸς καὶ τῆς τ’ ἀκριβῶς προσθίας μέσης γραμμῆς, ὥστε κατ’ αὐτὴν διαίρεσιν, ὅσον ὑψηλότερόν ἐστι τοῦ κατὰ τὴν μασχάλην ἔξωθεν τένοντος οὐκ ἂν ὀπίσω τῆς διαρθρώσεώς ἐστι τὸ σιμὸν τῆς ὠμοπλάτης, ὥσπερ γε καὶ τὸ κατ’ ὦμον ἡ μασχάλη, τὸ δ’ ἄνω μεταξὺ τοῦ τ’ ἀκρωμίου καὶ τῆς κεφαλῆς τοῦ βραχίονος. Ἰητρεύειν μὲν οὖν χρὴ διὰ πάσης τῆς ἰητρείης τὰ ἕλκεα, μηδέποτε ἰσχυρῶς ἀνατείνοντα τὸν βραχίονα, ἀλλὰ μετρίως ὅσον τῶν ἑλκέων ἐπιμελείης εἵνεκα, ἧσσον μὲν γὰρ ἂν διαψύχοιτο. ξυμφέρει γὰρ πάντα τὰ καύματα σκέπειν, ὡς καὶ ἐπιεικῶς ἰητρεύεσθαι. ἧσσον δ’ ἂν ἐκπλήσσοιτο, ἧσσον δ’ ἂν αἱμοῤῥαγοίη, ἧσσον δ’ ἂν σπασμὸς ἐπιγένοιτο. Τὰς αἰτίας αὐτὸς εἶπε, δι’ ἃς κελεύει τὸν βραχίονα μηδέποτε ἀνατεῖναι ἰσχυρῶς· πρώτην μὲν ὅτι πάντα τὰ καύματα συμφέρει σκέπειν, ὡς ἰατρεύεσθαι καὶ μὴ καταψύχεσθαι· καὶ ἄλλως μὲν γὰρ, ὡς αὐτὸς ἔλεγεν, ἕλκεσι τὸ ψυχρὸν δακνῶδες δέρμα περισκληρύνει, ὀδύνην ἀνεκπύητον ποιέει. πολὺ δὲ μᾶλλον ὅσα θερμὸν αἴτιον εἰργάσατο, καθάπερ νῦν τὸ πῦρ, ἧσσον δ’ ἂν, φησὶν, ἐκπλήσσοιτο, τουτέστιν ἐπὶ πλέον διΐστασθαι τὸ τοῖς χείλεσιν ἕλκος. ἐν τούτῳ γὰρ ψύχεται μᾶλλον καὶ χρονιώτερον συνουλοῦται καὶ αὐτὰς τὰς οὔλας ἔχει μείζονας. τὸ δ’ ἐφεξῆς εἰρημένον, ἧσσον δ’ ἂν αἱμοῤῥαγοίη, προσέθηκεν εἰς τὸν καθόλου λόγον ὑπενεχθεὶς ἁπάντων ἑλκῶν, οὐ τῶν νῦν προκειμένων ἴδιον. εἰ γὰρ ὡς ἐκέλευσεν οὕτω τις τὸ δέρμα διακαύσειεν, οὐδεὶς ἀκολουθήσειε φόβος αἱμοῤῥαγίας. ἴσως δ’ ἂν ἐκ τοῦ ψυχθῆναι τὰ νεῦρα γυμνωθέντος τοῦ δέρματος, οὐ τοῦ σπασμοῦ κίνδυνος ἀκολουθήσειε μόνος, καὶ αὐτοῦ κατὰ τὴν τελευτὴν ἐμνημόνευσε τῆς ὅλης ῥήσεως. Ὅταν δὲ δὴ καθαρὰ γένηται τὰ ἕλκεα ἐς ὠτειλάς τε ἴῃ, τότε δὴ καὶ παντάπασι χρὴ αἰεὶ τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι προδεδέσθαι καὶ νύκτα καὶ ἡμέρην. Τὰς ὠτειλὰς ἐνταῦθα κυρίως εἶπεν ἐπὶ τῶν οὐλῶν, οὐχ ὡς ἔμπροσθεν ἐπὶ τῶν ἑλκῶν· ἀξιοῖ δέ ποτε μάλιστα φροντίζειν τοῦ μηδέποτε ἀφίστασθαι τῶν πλευρῶν τὸν βραχίονα, πλὴν ἐπὶ βραχὺ μόνον ἐν ἐκείνῳ τῷ καιρῷ, καθ’ ὃν ἂν θεραπεύηται τὰ ἕλκη. μάλιστα γὰρ ἁλίσκεσθαι φαίνεται τὰ καθαρὰ τῶν ἑλκῶν οἷς κατὰ τὴν πρὸ ταύτης ῥῆσιν εἶπεν ἅπασι συμπτώμασι καὶ μάλιστα τοῖς ἀπὸ τῶν ἔξωθεν αἰτιῶν. ἐπειδὴ πρόσθεν ἡμῖν ἥκειν ἔτι ῥυπαρὰ καὶ φλεγμαίνοντα καὶ τὸν ῥύπον αὐτῶν εἶχεν οἷον πρόβλημά τι καὶ σκέπασμά τι καὶ τὴν περιουσίαν τῶν παρὰ φύσιν ὑγρῶν, ἀλλὰ καὶ ἡ θερμασία τῆς φλεγμονῆς ἀντεῖχε τοῖς ἔξωθεν μὴ γινομένοις ψυχροῖς. ἡνίκα δ’ ἂν φλεγμαίνει, τότε καθαρὰ καὶ οἷον ἀπέριττα γέγονεν, αἰσθάνεται μᾶλλον ἢ προσθὲν ὧν πάσχει. διὰ ταῦτα πάντα ῥᾳδίως μὲν ὑπὸ τῶν ἔξωθεν αἰτιῶν καὶ μάλιστα τῶν ψυχρῶν ὀδυνᾶταί τε καὶ ψύχεται. τῷ δ’ ἀκριβεῖ τῆς αἰσθήσεως τήν τε ὀδύνην ἴσχει σφοδροτέραν καὶ τὰς ἐπικειμένας αὐτῇ δυσχερείας ἐπικτᾶται. Ἀτὰρ καὶ ὅταν ὑγιέα γένηται τὰ ἕλκεα, ὁμοίως ἐπὶ πολὺν χρόνον χρὴ προσδεῖν τὸν βραχίονα πρὸς τὰς πλευράς· οὕτω γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολειφθείη ἡ εὐρυχωρίη, καθ’ ἣν μάλιστα ὀλισθαίνει ὁ βραχίων. Κἀνταῦθα τὸν σκοπὸν ὃν συνεβούλευσεν αὐτὸς ἐδήλωσεν εἰπὼν· οὕτως γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολειφθείη εὐρυχωρίη, καθ’ ἣν ὀλισθαίνει ὁ βραχίων, δυνάμει τοῦτο λέγων. ὅσῳπερ γὰρ ἡ οὐλὴ βραχυτέρα γένηται, τοσούτῳ μᾶλλον εἰς ὀλίγον συναχθήσεται τὸ περὶ τὴν μασχάλην δέρμα. μέγιστον δέ ἐστι τοῦτο πρὸς τὸ μὴ. ῥᾳδίως ὀλισθαίνειν ἐνταῦθα τὸν βραχίονα.