Καὶ ταύτη τὸ μὲν δέρμα τελέως διακαίειν χρὴ, βαθύτερον δὲ οὐ χρή. φλέψ τε γὰρ παχείη πλησίη καὶ νεῦρα, ὧν οὐδέτερα θερμαντέα. Τὴν προσαγορευομένην ὠμιαίαν φλέβα λέγει νῦν παχεῖαν ἐν ἴσῳ τῷ εὐρεῖαν ἢ μεγάλην. ἐπίκειται δὲ αὐτῇ συμβολὴ τῶν προειρημένων δύο μυῶν ἔχουσα παρακείμενον νεῦρον, ἀφ’ οὖ πᾶν τὸ πέριξ τῆς φλεβὸς δέρμα ἀπονεμήσεις λαμβάνει. τὸ μὲν οὖν φυλάττεσθαι ψαύειν τε τοῦ νεύρου καὶ τῆς φλεβὸς ἐν τῇ τοῦ δέρματος καύσει σαφῶς ἐδίδαξεν, οὐ μὴν ἐδήλωσέ γε πότερον ἐν τοῖς πρώτοις μέρεσι τῆς φλεβὸς ἢ ἐν τοῖς ἔνδον ἢ κατ’ αὐτὴν ἀκριβῶς κελεύει καίειν. ἐγχωρεῖ γὰρ τοῦτο ποιῆσαι πρῶτον μὲν ἀνατείναντα τὸ δέρμα καθ’ ὃν εἴρηται τρόπον ἐπὶ τῆς μασχάλης, εἶτ’ ἐγκάρσιον διακαύσουσα, κἄπειτα τὸ ὑπάλειπτρον διεκβαλόντα καὶ κατὰ κύκλου τὴν δευτέραν ἐπέρεισιν τοῦ καυτηρίου ποιησάμενον· ὥσπερ γὰρ ἐν τῇ μασχάλῃ, καίτοι γε ὑποκειμένων νεύρων μεγίστων καὶ σὺν αὐτοῖς ἀρτηρίας καὶ φλεβὸς εὐρυτάτης, ὅμως ἐκέλευσε καίειν τὸ δέρμα, τὴν ἀσφάλειαν τοῖς ὑποκειμένοις παρασκευάζων ἐκ τῆς τοῦ ὑπολείπτρου διαρθρώσεως, οὕτω κἀπὶ τῆς νῦν προειρημένης καύσεως οὐδὲν θαυμαστὸν ἐπ’ αὐτοῦ τοῦ κατὰ τῆς φλεβὸς ἐπικειμένου δέρματος ἀξιοῦν αὐτὸν τίθεσθαι τὰς ἐσχάρας. ἐκεῖνα μὲν οὖν τὰ νεῦρα τόνους ἐπικαιροτάτους εἷπεν εἰθισμένος χρῆσθαι τούτῳ τῷ ὀνόματι κατὰ τῶν μεγάλην δύναμιν ἐχόντων, ὥσπερ ἔχουσιν ἐκεῖνοι, κατά γε τὸ πλησίον εἶναι τοῦ νωτιαίου καὶ αὐτοὺς παχυτάτους τὴν οὐσίαν ὑπάρχειν, παρὰ δὲ τοῦ τῆς ὠμιαίας φλεβὸς νεῦρον ἁπλῶς εἶπεν, οὐκέτι προσθεὶς τὸ ἐπίκαιρον. καὶ γὰρ ποῤῥωτάτω καὶ τοῦ νωτιαίου καὶ μικρὸν τῷ μεγέθει. Ὄπισθεν δ’ αὖ ἄλλην ἐσχάρην ἐνδέχεται ἐνθεῖναι, ἀνωτέρω μὲν συχνῷ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην, κατωτέρω δὲ ὀλίγῳ τῆς κεφαλῆς τοῦ βραχίονος, καὶ τὸ μὲν δέρμα τελέως χρὴ διακαίειν, βαθεῖαν δὲ μηδὲ κάρτα ταύτην ποιέειν· πολέμιον γὰρ τὸ πῦρ νεύροισιν. Ἐπὶ τὴν ὑπόλοιπον χώραν τῶν ὑποδεχομένων τὸ κατ’ ὦμον ἄρθρον ἐκπῖπτον ἀφίκετο τῷ λόγῳ, αὕτη δέ ἐστιν ἐν τοῖς ἔξω μέρεσι τῆς πρόσω χώρας, εἰς ἣν καὶ αὐτὴν ἑώραταί μοι ἅπαξ ἐκπεσὼν ὁ βραχίων. οὐκ ὀρθῶς δὲ ἐν τοῖς πλείστοις τῶν ἀντιγράφων ἡ λέξις οὕτως γέγραπται, ὀπισθίην τε αὖ ἄλλην ἐσχάρην· οὐ γὰρ ὄπισθεν ὁ τόπος οὗτός ἐστι τῆς διαρθρώσεως, ἀλλ’ ἔξωθεν. εἰ γοῦν τις ἀκριβῶς ἐθέλοι διορίσαι τοὺς περικειμένους τόπους τῇ κατ’ ὦμον διαρθρώσει πλάτος ἔχοντας, δῆλον ὅτι νοῶν μὲν ἅπαντας ἐν μὲν τοῖς πρόσω μέσην μὲν εἶναί τινα γραμμὴν ἀπλατῆ, νοουμένην ἀκριβῶς μέσην, ἄνωθεν κατὰ μῆκος τοῦ βραχίονος τεταμένην, ἐπὶ πλάτει δ’ ἑκατέρωθεν ὁριζομένην τὸ πρόσω· κατὰ μὲν τὴν ἔνδον χώραν ὑπὸ τῆς ὠμιαίας φλεβὸς, ἔξωθεν δὲ μέχρι τοσούτου πάλιν ἄλλου δή τινος διαστήματος, ὧν ἡ φλὲψ αὕτη τῆς ἀπλατοῦς ἀφέστηκεν. οὗτοι μὲν οὖν ὅροι τῆς πρόσω χώρας, ἐφ’ ἑκάτερα δὲ τῶν δύο ἕτεροι, ἀφ’ ἦς οἱ κατὰ τὴν μασχάλην τένοντες, ὁ μὲν τὴν ἔνδον ὁρίζων χώραν, ὁ δὲ τὴν ἔξω. τὴν μὲν ἔνδον χώραν τῆς διαρθρώσεως νοεῖσθαί σοι τοῦ μετὰ τῆς φλεβὸς καὶ οὐ μεταξὺ τῆς μασχάλης περιγράφοντος ἔξωθεν τένοντος· ἔτι τε τῆς γραμμῆς ἐκείνης, ὧν ἠξίουν ἀπέχειν διαστημάτων μεταξὺ διάστημά τι τῆς ὠμιαίας φλεβὸς καὶ τῆς τ’ ἀκριβῶς προσθίας μέσης γραμμῆς, ὥστε κατ’ αὐτὴν διαίρεσιν, ὅσον ὑψηλότερόν ἐστι τοῦ κατὰ τὴν μασχάλην ἔξωθεν τένοντος οὐκ ἂν ὀπίσω τῆς διαρθρώσεώς ἐστι τὸ σιμὸν τῆς ὠμοπλάτης, ὥσπερ γε καὶ τὸ κατ’ ὦμον ἡ μασχάλη, τὸ δ’ ἄνω μεταξὺ τοῦ τ’ ἀκρωμίου καὶ τῆς κεφαλῆς τοῦ βραχίονος.