Σιμοῦται γὰρ ἐν τῇ ἀνατάσει, οὐδ’ αὖ τόνους οὐδεμιῇ μηχανῇ δεῖ τιτρώσκειν. οὗτοι γὰρ πρόχειροι γίνονται καὶ κατατεταμένοι ἐν τούτῳ τῷ σχήματι. εἰ δὲ μικρὸν ἐπάρῃς τὸν βραχίονα, πολὺ μὲν τοῦ δέρματος ἀπολήψῃ, οἱ δὲ τόνοι, ὧν δεῖ προμηθέεσθαι, εἴσω καὶ πρόσω τοῦ χειρίσματος γίνονται. Καταδαπανᾶσθαί φασι τὸ κατὰ τὴν μασχάλην δέρμα διὰ τῆς ἀνατάσεως ὅλης τῆς χειρὸς, ἐπειδὴ χαλαρὸν ἔμπροσθεν ὂν, ὡς περιττὸν εἶναι δοκεῖν, ἐν τούτῳ τῷ σχήματι περιγίνεται τοῖς ὑποκειμένοις, ὥστε τὸ περιττεύειν πρότερον φανταζόμενον ἀπόλλυσθαί τε καὶ οἷον ἐκδαπανᾶσθαι κατὰ τὴν ἀνάτασιν τῆς χειρός. Ἆρ’ οὖν οὐκ ἐν πάσῃ τῇ τέχνῃ περὶ παντὸς χρὴ ποιέεσθαι τὰ δίκαια σχήματα ἐξευρίσκειν ἐφ’ ἑκάστοισι; Τὰ κατὰ δύναμιν ἴσα, τουτέστιν ἐν οἷς φυλάττεται τὸ κατὰ τὴν ἀξίαν τε καὶ οἰκεῖον ἑκάστῳ πράγματι. νυνὶ γοῦν ἐστι τὸ μὲν προκείμενον πρᾶγμα καῦσις τοῦ κατὰ τὴν μασχάλην δέρματος, ἣν χρὴ ποιήσασθαι, βραχίονα σχηματίζοντα προσηκόντως. εἰ μὲν οὖν εἰς τοσοῦτον εἴη καθήμενος, ὡς ψαύειν τῶν πλευρῶν, εἴη παντάπασιν ὀλίγον ἐξῃρμένος, οὐδὲ θεάσασθαι τὸ βάθος τῆς μασχάλης οἷόν τε, μή τί γε τοῖς δακτύλοις ἀνατεῖναι τὸ δέρμα καὶ διακαῦσαι, μέχρι πλεῖστόν τε ἐπαρθέντος τοῦ βραχίονος, οὐδὲν ὅ τι καὶ ἄξιον λόγου δέρματος ἀνατεῖναι τοῖς δακτύλοις ἐγχωρεῖ. περιτείνεται γὰρ ἐν τῷδε τῷ σχήματι τοῖς ὑποκειμένοις σώμασιν, ἅμα δὲ καὶ τὰ νεῦρα πρόχειρα γίγνεται, τοιοῦτον ἐξαίρειν χρὴ τὸν βραχίονα καὶ ἀπάγειν τῆς μασχάλης, οἷον ὁρᾶται τὸ χωρίον ἡμῖν παρέξειν καὶ τοὺς δακτύλους εὐμαρῶς ὑποβάλλειν, ἀντιτείνειν τε τὸ δέρμα καὶ διακαίεν δύνασθαι οἷόν τε γένηται ταῦτα πράττειν, κατὰ τοῦτο τὸ σχῆμα τὴν χειρουργίαν προσίεσθαι προσήκει, προσώτερον δὲ μηκέτι ἀνατείνειν. οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν ἐξῄρομεν τὸν βραχίονα, πλὴν τὸ δύνασθαι τὸ περὶ τὴν μασχάλην δέρμα τοῖς δακτύλοις ἀνατείνειν τοσοῦτον, ὡς διακαῦσαι, καθότι προεῖπεν αὐτὸς, ὡς εἴ γε δυνατὸν ἦν ἐνεργεῖν ἡμᾶς ταῦτα καθημένους τοῦ βραχίονος σχήματός ἐστι χρεία, χαλαρώτερον ἐργαζομένου τὸ δέρμα· καὶ γὰρ πλεῖστον οὕτως ἀναταθήσεται καὶ τὰ τῆς χειρουργίας ἀκίνδυνα παντοίως ἔσται. Ταῦτα μὲν κατὰ τὴν μασχάλην καὶ ἱκαναὶ αὗται αἱ καταλήψιες, ἢν ὀρθῶς τεθῶσιν αἱ ἐσχάραι. Εἴρηνται αἱ καταλήψεις κατὰ τὸ δέρμα. Κάτωθεν δὲ τῆς. μασχάλης δισσὰ μόνα ἐστὶ χωρία, ἵνα ἄν τις ἐσχάρας θείη, τιμωρεούσας τῷ παθήματι. Τὸ ἔκτοσθεν εἴρηκε νῦν οὐ τὴν τόπου διαφορὰν σημαῖνον, ἀλλ’ ὥσπερ καὶ παρὰ Δημοσθένει καὶ τοῖς ἄλλοις ῥήτορσιν ἔξωθέν τι τοῦ πράγματος εἰρῆσθαι λέγεται δηλούντων τὸ πρᾶγμα. τὸ τοίνυν ὑπὸ τοῦ Ἱπποκράτους λεγόμενόν ἐστι τοιοῦτον· καὶ χωρὶς δὲ τῆς εἰρημένης εἰς τὴν μασχάλην καύσεως ἄλλαι δύο καύσεις εἰσὶ βοηθοῦσαι τῷ πάθει. τὸ γὰρ τιμωρεούσας τῷ παθήματι πρόδηλον ὅτι βοηθούσας δηλοῖ, καθάπερ καὶ Εὐριπίδης ἐποίησε τὸν Ὀρέστην λέγοντα· Ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν τῷ πατρί. διαφέρει γὰρ τὸ τιμωρῶν τοῦ τιμωρούμενος, ὃ μετὰ τῆς καλουμένης αἰτιατικῆς πτώσεως σημαίνει τὸ κολάζον· οὕτως γοῦν καὶ ἑαυτὸν τιμωρούμενος ἐπιγέγραπται τὸ Μενάνδρου δρᾶμα. Μίαν μὲν ἐν τῷ ἔμπροσθεν μεσηγὺ τῆς κεφαλῆς τοῦ βραχίονος καὶ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην. Ἐν τούτῳ τῷ χωρίῳ καὶ ἡμῖν ἑώραται τὸ ἄρθρον ἐστηριγμένον, ὅπερ ἐστὶ μόριον ἁπάσης τῆς ἔμπροσθεν χώρας· οὔσης γὰρ ὅλης αὐτῆς πλατείας ἓν μέν τι μέρος ἐστὶν ἀκριβῶς μέσον, ἄλλα δὲ ἑκατέρωθεν δύο, τὸ μὲν ἐκ τῶν ἔνδοθεν μερῶν, οὗ νῦν ἐμνημόνευσε, τὸ δὲ ἐκ τῶν ἐκτὸς, οὗ μετὰ ταῦτα μνημονεύει. καὶ θαυμάσαι γε ἔστιν αὐτὸν ὅτι μηδ’ ὅλως ἑωρακὼς εἰς ἄλλο χωρίον ἐκπῖπτον τὸ ἄρθρον ἢ κατὰ τὴν μασχάλην οὐκ ἤρκεσε τῇ κατ’ αὐτὸν καύσει μόνῃ. προστιθεὶς δὲ δύο ἑτέρας ἐκείνων ἀκριβῶς ἐστοχάσατο τῶν χωρίων, ἐν οἷς καὶ ἡμεῖς εἴδομεν ἐστηριγμένην τὴν κεφαλὴν τοῦ βραχίονος. ἐν οἷς τῆς ὠμιαίας φλεβὸς χώρα, καθ’ ἣν οἱ δύο μύες συμβάλλουσιν, ὅ τε ἀπὸ τοῦ στέρνου μέγας καὶ ὁ δελτοειδὴς ὀνομαζόμενος ἑώραται τετράκις ἡμῖν ὑποδεξαμένη τὴν ἔκπτωσιν. ἡ δ’ ἔξωθεν τῆς μέσης χώρας ἅπαξ, ὑπὲρ ἧς ἐφεξῆς ἐρεῖ.