Σιδηρίοισι χρὴ τὰ τοιαῦτα καίειν μὴ παχέσι, μηδὲ λίην φαλακροῖσιν, ἀλλὰ προμήκεσι. ταχυπορώτερα γὰρ καὶ τῇ χειρὶ ἐπερείδειν. Φαλακρὰ κέκληκε τὰ περιφέρειαν ἔχοντα κατὰ τὸ πέρας, οἷον οἱ κατὰ τὰς μασχάλας ἔχουσι πυρίνες ἤτοι τὰ διαπύρινα καλούμενα καὶ αἱ σπαθομίλαι. προμήκη δὲ τὰ τούτοις ἐναντίως διακείμενα προσηγόρευσεν, ὧν οὐκ ἔστι περιφερὲς τὸ πέρας, ἀλλ’ ὀξύτερόν περ ἐμπλήρωμα παραπλήσιόν πως τοῖς εἰς τὰς παρακεντήσεις ἐπιτηδείοις ὀργάνοις. Χρὴ δὲ διαφανέσι καίειν ὡς ὅτι τάχιστα περαιωθῇ κατὰ δύναμιν, τὰ γὰρ παχέα βραδέως περαιούμενα πλατυτέρας τὰς ἐκπτώσιας τῶν ἐσχαρῶν ποιέεται καὶ κίνδυνος ἂν· εἴη ξυῤῥαγῆναι τὰς ὠτειλὰς, καὶ κάκιον μὲν οὐδὲν ἂν εἴη, αἴσχιον δὲ καὶ ἀντεχνότερον. ὅταν δὲ διακαύσῃς ἐς τὸ πέρην τῶν μὲν πλείστων, ἱκανῶς ἂν ἔχοι ἐν τῷ κάτω μέρει τὰς ἐσχάρας ταύτας μόνας θεῖναι. Ἐκπεπυρῶσθαι βούλεται τὰ κατὰ τὴν μασχάλην σιδήρια, τὰ γὰρ ἱκανῶς διάπυρα διαφανῆ κέκληκεν.