Ὅσοισι μὲν οὖν πυκνὰ ἐκπίπτει ὁ ὦμος ἱκανοὶ ὡς ἐπὶ τὸ πλεῖστον αὐτοὶ σφίσιν αὐτοῖσιν ἐμβάλλειν εἰσίν. Εἴρηταί μοι κἀν τοῖς εἰς τὸ περὶ ἀγμῶν ὑπομνήμασι διὰ δύο αἰτίας ἐκπίπτειν ἄρθρον πυκνῶς καὶ ἐπὶ σμικραῖς προφάσεσιν, ἤτοι διὰ τὸ τῆς κοιλότητος ἀβαθές τε ἅμα, κἀν ταῖς ὀφρύσιν ὕπτιον ἥ διὰ τὴν ὑγρότητα τῶν περικειμένων τῇ διαρθρώσει σωμάτων, δι’ ἣν χαλαρά τ’ ἐστὶ καὶ ῥᾳδίως ἐκτεινόμενα. λέλεκται δὲ ὡς διὰ τὰς αὐτὰς αἰτίας αἱ ἐμβολαὶ τῶν τοιούτων ἄρθρων εἰσὶ ῥᾴδιαι καὶ διὰ τοῦτο χωρὶς ἰατρῶν ὑπ’ αὐτῶν πασχόντων γίνονται.