Οὐ μέντοι διϊσχυριείω γε, εἰ ὀλισθαίνοι ἂν οὔ· καίπερ ἔχων περὶ αὐτοῦ ὅ τι λέγω. ἀτὰρ οὐδὲ ἐς τὸ ἔμπροσθεν οὐδέπω ὄπωπα, οὐδὲ τοῦτο ὅτι ἔδοξέ μοι ὠλισθηκέναι. τοῖσι μέντοι ἰατροῖσι δοκέει κάρτα ἐς τοὔμπροσθεν ὀλισθαίνειν, καὶ μάλιστα ἐξαπατῶνται ἐν τούτοισιν, ὧν ἂν φθίσις καταλάβῃ τὰς σάρκας τὰς περὶ ἄρθρον τε καὶ τὸν βραχίονα. φαίνεται γὰρ ἐν τοῖσι τοιούτοισι παντάπασι ἡ κεφαλὴ τοῦ βραχίονος ἐξέχουσα ἐς τοὔμπροσθεν. ἐγὼ δέ ποτε τὸ τοιοῦτον οὐ σφὰς ἐκπεπτωκέναι ἤκουσα φλαύρως ὑπό τε τῶν ἰατρῶν ὑπό τε τῶν δημοτέων διὰ τοῦτο τὸ πρᾶγμα. ἐδόκεον γὰρ αὐτοῖσι ἠγνοηκέναι μοῦνος, οἱ δὲ ἄλλοι πάντες ἐγνωκέναι καὶ οὐκ ἠδυνάμην αὐτοὺς ἀναγνῶναι, εἰ μὴ μόλις ὅτι τόδ’ ἐστὶ τοιόνδε. Δύο τρόπους ὀλισθήματος εἰρηκὼς, τόν τε ἄνω καὶ τὸν ἔξω, καὶ ἀποφηνάμενός γε περὶ ἀμφοτέρων, ὡς οὐδέτερον αὐτῶν ἑωρακὼς εἴη, μετὰ ταῦτα προσέγραψε τὴν νῦν ἡμῖν προκειμένην λέξιν, ὡς περὶ ἀμφοῖν διαλεγόμενος. ἀλλὰ τό γε προσκείμενον αὐτῇ κατὰ τὸ τέλος, ἔνθα φησὶ, καίτοι ἔχων περὶ αὐτοῦ ὅ τι λέγω, δοκεῖ φανερῶς ἐπὶ θατέρου τῶν προειρημένων εἰρῆσθαι. περὶ γὰρ ἀμφοτέρων εἴπερ ἠβουλήθη λέγειν, οὐκ ἂν εἶπεν ἑνικῶς αὐτοῦ· μήτ’ οὖν περὶ μονῆς τῆς ἔξω διαφορᾶς ποιεῖται τὸν λόγον, ἐκείνῃ γὰρ ἐπενήνεκται τὸ, καίτοι ἔχων περὶ αὐτοῦ ὅ τι λέγω. δύναταί γε μὴν, ὥς τινες ἤκουσαν, ἐν σχήματι λέξεως εἰρῆσθαι παλαιῷ περὶ τῶν τρόπων ἀμφοτέρων, ὡς εἰ καὶ οὕτως ἐγεγράφει, καίτοι ἔχων περὶ τούτου τοῦ πράγματος ὅτι λέγω. ἔνιοι δὲ ἐγχωρεῖν φασιν ἡμαρτῆσθαι τὴν λέξιν, οὐκ ὀρθῶς γράψαντος τοῦ πρώτου βιβλιογράφου, κἄπειτα μηδενὸς αὐτὴν ἐπανορθῶσαι τολμήσαντος ἄχρι δεῦρο διαφυλαχθῆναι τὴν ἁμαρτίαν. ἐγὼ δὲ καθ’ ἕν τι τῶν ἀντιγράφων εὗρον οὕτω γεγραμμένον, καίτοι ἔχων περὶ αὐτῶν ὅ τι λέγω. μεταγράψαι δηλονότι τολμήσαντός τινος τὴν ἐναντίως τοῖς ἄλλοις εὑρισκομένην γραφήν· ἀλλ’ εἴτε περὶ ἀμφοτέρων τῶν τρόπων εἴτε περὶ θατέρου μόνου φησὶν οὐκ ἔχειν ἰσχυρίσασθαι. καλὸν δὴ ἡμᾶς ἐστι περὶ ἀμφοτέρων ἐπισκέψασθαι, τοσοῦτον ἔτι περὶ τῆς λέξεως αὐτοῦ προειπόντας, ὡς τὸ ἰσχυριείω δηλοῖ τὸ ἰσχυριστικῶς ἔχω, παραπλησίως τῷ ὀψείω, δηλοῦντι καὶ αὐτῷ τὸ ὀπτικῶς ἔχω, παρ’ ὃ καὶ Ὅμηρος ἐποίησε τὴν ὀψείοντες φωνὴν, σημαίνων κἀκεῖνος δι’ αὐτῆς τοὺς ὀπτικῶς ἔχοντας, ἔνθα φησί· Τῷ ῥ’ οἵ γ’ ὀψείοντες ἀυτῆς καὶ πολέμοιο. διὰ τί γοῦν ἔφη, καίτοι δυνάμενός τι λέγειν οὐκ ἐθέλω εἰπεῖν, ἐπισκεψώμεθα πρότερον ἐπινοήσαντες αὐτοὶ τίνα ποτ’ ἐστὶν ἃ λέγειν ἐδύνατο. δῆλον γὰρ ὡς ἐκ τῆς τῶν  μερῶν φύσεως ἡ γοῦν εὕρεσις αὐτῶν τῶν λεχθησομένων ἐγένετο ἂν, εἴπερ ὅλως ἠξίωσεν εἰπεῖν τι, τὴν κατασκευὴν δὲ αὐτῶν ἀκριβῶς ἔχειν ὑφ’ ἡμῶν δεδειγμένην ἔν τε τῷ περὶ ὀστῶν βιβλίῳ καὶ τῇ τῶν μυῶν ἀνατομῇ καὶ δηλονότι κἀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν. ἡ γὰρ ἀρτηριῶν καὶ φλεβῶν καὶ νεύρων φύσις οὐδὲν εἰς τὰ παρόντα χρήσιμος, ἐπειδὴ τὰ κατὰ τὰς ἐκπτώσεις τῶν ἄρθρων ἅπαντα συμπτώματα γίνεταί τε καὶ κωλύεται διά τε τὰ τῶν ὀστῶν ἄρθρα καὶ τοὺς περιέχοντας αὐτὰ μύας· οὐδὲν εἰς αὐτὰ συντελούντων ἢ κωλυόντων οὕτε τῶν ἀρτηριῶν οὔτε τῶν νεύρων ἢ τῶν φλεβῶν. αὐτίκα γέ τοι τὸ κατ’ ὦμον ἄρθρον πάντων τῶν ἄλλων ἑτοιμότερον ἐκπίπτει, διότι τε μονοειδές ἐστι καὶ ἁπλοῦν, οὐχ ὥσπερ τὸ κατὰ γόνυ διπλοῦν ἢ τὸ κατ’ ἀγκῶνα ποικίλον τε καὶ οὔ ποτε ἁπλοῦν, ὅτι τε τοῦ βραχίονος ἡ κεφαλὴ μεγάλη τ’ οὖσα καὶ χωρὶς προμήκους αὐχένους ἀβαθεῖ κοιλότητι διαρθροῦται, τοῦ τε μηροῦ τὴν κεφαλὴν ἔχοντος μικρὰν καὶ τὸν αὐχένα προμήκη. τὴν δ’ ὑποδεχομένην αὐτὸν κοτύλην βαθεῖαν, ὀφρύσιν ἀξιολόγοις στεφανωμένην, μετὰ τοῦ καὶ σύνδεσμον ἰσχυρότατον κατ’ ἄκραν αὐτοῦ τὴν κεφαλὴν τῷ βαθυτάτῳ χωρίῳ τῆς κοτύλης τὴν σύμφυσιν ἔχειν. εἰκότως οὖν ὀλιγάκις ὁ μηρὸς ἐκπίπτει, πλειστάκις δὲ ὁ βραχίων, ὡς ἂν μήτε τὸν σύνδεσμον ἔχων μήτ’ ἐγκαταβαίνων βαθείᾳ κοιλότητι. τὴν μὲν οὖν ἀρχὴν τῆς ἐκπτώσεως εἰς ἐκεῖνο γίνεσθαι τὸ μέρος ἀναγκαῖόν ἐστιν, εἰς ὅπερ ἂν ἡ τοῦ σχήματος ἄγει βία. μένειν δ’ οὐκέτ’ ἐξ ἀνάγκης δύναται ἐν ἐκείνῳ διά τε τὴν φυσικὴν εἰς τὸ κάτω ῥοπὴν καὶ τὴν στενοχωρίαν ἐνίοτε τοῦ χωρίου γινομένην, ἤτοι δι’ ἐξοχὰς ὀστῶν ἢ συντονίαν μυῶν. ἡ μὲν οὖν ἄνω χώρα τῆς κατ’ ὦμον διαρθρώσεως ὑπερκείμενον ἔχει τὸ ἀκρώμιον, ὥστε εἰ καὶ μετασταίη ποτὲ τὸ ἄρθρον εἰς αὐτὴν οὐ παραδεχομένων αὐτὸ τῶν ἐνταῦθα τεταγμένων ὀστῶν, αὐτίκα τῷ βάρει ῥέψαν ἐξενεχθήσεται κάτω. ἡ δ’ ἔξω χώρα καὶ μύας ἔχει μεγάλους, ἀλλὰ τὴν εἰς τὸ κάτω ῥοπὴν ἑτοίμην. ἐνδέχεται δέ ποτε καὶ βίαιον σχῆμα διαστήσειν ἀπ’ ἀλλήλων δυνάμενον εἰς τὴν μεταξὺ χώραν αὐτῶν ἀπώσασθαι τὸ ἄρθρον, ἐν ᾗ σφηνωθῇ, ὑπ’ αὐτῶν τῶν μυῶν κατασχεθῆναι. διὰ τοῦτ’ οὖν καὶ ὁ Ἱπποκράτης φησὶ, μὴ διϊσχυρίσασθαι βιαίως, εἴτ’ ἐκπεσεῖν οἷόν τε τὸ κατ’ ὦμον ἄρθρον εἴτε καὶ μή. ὅσῳ μὲν γὰρ ἐπὶ τὸ κάτω ῥέπειν, οὐδ’ ἂν ἐν τῇ πρόσω χώρᾳ διαμεῖναι δύναται. διαστάντων δὲ, ὡς εἴρηται, τῶν μυῶν οὐκ ἀδύνατον φαίνεται σφηνωθὲν ἐνταῦθα μένειν. λέγειν μὲν οὖν εἶχε τοιαῦτα περὶ τῆς εἰς ἄλλο τι χωρίον ὅτι μὴ τὴν μασχάλην ἐκπτώσεως. ἐπεὶ δ’ οὐδέποτε ἑώρακεν, οὐκ ἠξίωσε γράφειν αἰτίας ἐξ ἐπινοίας λογικῶν, ἀξιοπιστότερον ἡγούμενος ἀεὶ τὸ φαινόμενον ἐναργῶς. οὕτως οὖν καὶ τὰς ἐν ταῖς θεραπείαις ἐπινοίας ἑαυτοῦ τῇ πείρᾳ βεβαιοῖ, πρὶν ἡμᾶς διδάσκειν, οὐχ ὡς ἔνιοι τῶν μετ’ αὐτὸν ἰατρῶν ἔγραψαν, ἐν θεραπευτικοῖς συγγράμμασι κελεύοντες ἡμᾶς ποιεῖν ἃ μηδέποτε αὐτοὶ πρόσθεν ἔπραξαν. ἀλλ’ ὅ γε Ἱπποκράτης ἐν αὐτῷ τούτῳ τῷ βιβλίῳ περὶ τῶν κατὰ ῥάχιν διαλεγόμενος, εἶθ’ ἑαυτοῦ τὴν ἐπίνοιαν εἰπὼν ὑπὸ τῆς πείρας ἀδύνατον ἐλεγχθεῖσαν ἔφη· καλὰ δὲ καὶ τὰ τοιαῦτα μαθήματά ἐστιν, ἃ πειρηθέντα ἀπορηθέντα ἐφάνη καὶ δι’ ἅσσα ἠπορήθη.