Ἀλλὰ γὰρ ἐάσαντες ἤδη καὶ ταῦτα τῶν ἑξῆς εἰρημένων ἀκούσωμεν αὐτῷ καὶ πρώτης γε τῆς ῥήσεως, ἐν ᾗ φησι τὸν προκείμενον ἀφορισμὸν ῥίζαν τε καὶ πηγὴν ἔχειν τὸ ὅτι πλῆθος ὑγρῶν τῶν νοσημάτων ἐστὶ συνεκτικὸν αἴτιον. ἄμεινον ἴσως κἀνταῦθα παραγράψαι τὴν ῥῆσιν ὅλην αὐτοῖς ὀνόμασι. γέγραπται δ’ οὕτως ὑπ’ αὐτοῦ αὐτίκα ὧδέ πως εἰρημένον. καιρὸς γὰρ ἤδη ἐπὶ τὴν ἐξ εὐθείας παρελθεῖν ἀντίῤῥησιν. ἐν τῇσι ταραχῇσι τῆς κοιλίης, ὡς τὸ παραλειπόμενον τοῦ ἀφορισμοῦ ἅπαν ῥίζαν τε καὶ πηγὴν ἔχειν τὸ ὅτι πλῆθος ὑγρῶν νοσοποιεῖ τὰ σώματα, κατὰ ἔννοιαν συνεκτικοῦ αἰτίου, ὅθεν ἀποδεδειγμένον τὸ οὐκ ἐν ὑγροῖς εἶναι αἴτια τῶν παθῶν, ψευδὴς γὰρ ἡ δόξα συναποδέδεικται καὶ ἡ τοῦ ἀφορισμοῦ μοχθηρία, ὅτι ἀδήλῳ σπέρματι ἕπονται ψεύδη. αὕτη μὲν ἡ ῥῆσις αὐτοῦ· κάλλιστον δ’ ἦν, εἴπερ ἀνεχώρει γενέσθαι θέατρόν τι πληρώσαντας, μὴ τοιοῦτον οἷον ὁ Θεσσαλὸς ὑποθέμενος ἐστεφάνωσεν ἑαυτὸν ἐν τοῖς ληρώδεσι βιβλίοις, ἀλλ’ ὄντος μεστοῦ ἀνδρῶν πεπαιδευμένων, ἐρέσθαι τὸν Ἰουλιανὸν, ὁποίας ὁρμώμενος ἀποδεικτικῆς μεθόδου τὸν εἰρημένον ὑπ’ αὐτοῦ ἀληθῆ λόγον νομίζει. γενήσεται γὰρ, εἴ τις ἑρμηνεύσει αὐτὸν, ἐν ᾧ προσήκει τοιόσδε· τοῖς ἡγουμένοις ἐπὶ ταῖς κενώσεσιν ὠφελεῖσθαι τοὺς κάμνοντας ἀναγκαῖόν ἐστι συνεκτικὸν αἴτιον ὑποθέσθαι τῶν νόσων πλῆθος. εἰ δ’ ἀληθής ἐστιν ὁ λόγος οὗτος, ἡδέως ἂν ὡς ἐπαίδευσα θεάτρου πεπαιδευμένων ἀνδρῶν, ἵνα κἂν ἐκ τοῦ πλήθους αὐτῶν αἴσθηταί ποτε τῆς ἐμπληξίας ὁ ληρώδης Ἰουλιανός. ἐκ μὲν γὰρ αὐτῶν τῶν λεγομένων ἀδύνατον αἰσθέσθαι τοιούτῳ γε ὄντι. τοιοῦτος γάρ ἐστιν, οἷον ἑαυτὸν ἐνδείκνυσι διὰ τῶν γραμμάτων, ἀλλ’ ὡς ἐν τῷ θεάτρῳ καλῶς ἐγχειρήσει ταῦτα καὶ νῦν ἐρῶ. ἡ τῶν Θεσσαλείων ὄνων ἀγέλη φλεβοτομοῦσι παμπόλλους τῶν πυρεττόντων. εἰ μὲν βλάπτεσθαι νομίζουσιν ἐκ τῆς κενώσεως αὐτοὺς, οὐκ ὀρθῶς φλεβοτομοῦσιν· εἰ δ’ ὠφελεῖσθαι, συνεκτικὸν αἴτιον ὑποτεθέντες πλῆθος, ὅπερ οὐ βούλονται. τάχ’ οὖν ἄν τις ἐξ αὐτῶν εἴποι· καὶ τὶς ἀνάγκη συνεκτικὸν αἴτιον εἶναι τὸ πλῆθος ὠφελούσης τῆς κενώσεως; πρὸς ὃν ἀποκρίνεσθαί μοι ῥᾷον, ὡς ἀνάγκη μὲν οὐδεμία. λέγει δ’ οὖν ταῦτα τῶν ἐκ τῆς ἀγέλης τῆς ὑμετέρας οὑτωσὶ καὶ δείξω τὸν Ἰουλιανὸν, ἐκεῖνόν τε φήσω δίκαιον εἶναι λόγον ὑπέχειν ὧν ἐλήρησεν. οὕτω μὲν ἐν τῷ θεάτρῳ προσηνέχθη τις αὐτῷ. νυνὶ δὲ, οὐ γὰρ ἔχομεν θέατρον, εἰς τὰς αὐτὰς λαβὰς ὀλίγοι ἥκουσι, πάντες ἄν τ’ ἀληθεῖς ὑπάρχωσιν ἄν τε καὶ προφανῶς ψευδεῖς. Ἰουλιανός τε γὰρ ἀεὶ γράφει τὸ ἐπελθὸν αὐτῷ, μηδεπώποτε φροντίσας ἀληθείας. ἔγωγε παρ’ ὅλον ἐμαυτοῦ τὸν βίον οὐδὲν οὕτω σπουδάσας ὡς γνῶναι πρῶτον μὲν ἀποδεικτικὴν ἐπιστήμην, ἀσκηθῆναι δ’ αὐτῆς αὐτὴν μετὰ πάσης σπουδῆς, ἔοικα κάμνειν μάτην. ὅσοι μὲν γὰρ ἀποδείξει παρακολουθοῦσι, τάχα μὲν καὶ γινώσκουσιν ὅτι μηδέπω τῶν Ἰουλιανοῦ ἐφιστάμενοι λήρων. ὅσοι δ’ ἐκ τῆς ἀγέλης εἰσὶν αὐτοῦ τὴν ἀρχὴν οὐδὲν μανθάνουσι τῶν λεγομένων. διὰ ταῦτα τοίνυν αὐτὰ καὶ πρόσθεν ἔλεγον, οὐ μικρόν μοι τοῖον ἆθλον οἱ φίλοι προέταξαν, ὧν ἕνεκεν ἐπιστημονικωτέρων ἅψομαι λόγων. ἐχρῆν μὲν δήπου μὴ φθέγγεσθαι μόνον ὀνόματα τῆς διαφορᾶς τῶν αἰτίων προσήκοντα τὸν Ἰουλιανὸν, ἀλλὰ καὶ φυλάττειν αὐτῶν τὰ σημαινόμενα. νυνὶ δὲ, καὶ γὰρ τοῦτο ἕν ἐστι τῆς ἐμπληξίας ἁπάντων τῶν μεθοδικῶν κοινὸν, ἄχρι μὲν τῆς προσηγορίας ἥκει τῶν συνεκτικῶν αἰτίων, οὐ παρακολουθεῖ δ’ ὅπη διαφέρει τῶν προηγουμένων ἢ πάντως ἂν ἐγίνωσκον ὅτι ἡ τῶν νοσημάτων αὔξησις τῶν προηγουμένων ἔργων ἐστὶν. ἃ γὰρ ὅλως ἤρξατο τῆς γενέσεως τοῦ νοσήματος, ἀνάγκη ταῦτα αὐξάνειν αὐτὰ μέχρι  περ ἐνεργῆ τι παρόμοιον. εἰ οὕτως ἔτυχε δριμὺ φάρμακον, ὡς ἑλκοῦν δύνασθαι, μιᾷ μὲν ὥρᾳ κατὰ τοῦ δέρματος ἐπιτεθὲν, αὐτὴν μόνην ἑλκώσει τὴν καλουμένην ἐπιδερμίδα. πλέονι δὲ χρόνῳ πλησιάζον ἔργον ἀξιόλογον ἐργάσεται πρώτου μὲν τοῦ δέρματος, εἶτα καὶ τῶν ὑποκειμένων σαρκῶν. καὶ τά γε καλούμενα σηπτὰ μέχρι μὲν τῶν ὑποκειμένων ὀστῶν ἐνίοτε προέρχεται, διακαίοντα τὴν ἐπικειμένην αὐτοῖς ἅπασαν σάρκα. τοιαύτην οὖν φύσιν ἐχόντων τῶν προηγουμένων αἰτιῶν, οὐχ οἷόν τε τὸ γεγονὸς ἤδη πάθος ἰάσασθαι μενόντων. ὅπου γὰρ ἐδείχθη μεῖζον γινόμενον, οὐκ ἂν δήπου τελέως ὑγιασθείη, πρὶν τὸ ποιοῦν ἀρθῆναι. τὰ τοίνυν προηγούμενα τῶν αἰτιῶν οἷόν περ καὶ τὸ πλῆθος, ὑποκείσθω γὰρ πρῶτον ἐν τῷδε τῷ λόγῳ προηγούμενον, εἰ μή τις ἐκκόψει πρότερον, ἀδύνατον αὐτῷ τὸ ἤδη γεγονὸς πάθος ἰάσασθαι καί διὰ τοῦτο Ἀσκληπιάδης πλῆθος ἡγεῖται προκατάρχειν νόσων, ὑπό τε τῆς κενώσεως αὐτῆς φησιν ὠφελεῖσθαι τοὺς κάμνοντας, οὐκ εἰς τὸ λύειν ὧν ἐποίει ἤδη παθῶν, ἀλλ’ εἰς τὸ μηκέτι αὔξεσθαι αὐτὰ, ἀπαιτεῖ τοῖς ἰατροῖς ἐπιτελεῖσθαι τὴν ἴασιν. ἀλλὰ γὰρ ὑποκείσθω τὸ πλῆθος γίγνεσθαί ποτε νόσων αἴτιον συνεκτικὸν, ἀναγκαῖον αὐτοῦ τῇ κενώσει παύσασθαι τὸ νόσημα. καὶ μὴν οὐδέποτέ ἐστιν, ὥς φησιν Ἀσκληπιάδης, συνεκτικόν. ἀποχωρήσαντας γὰρ ἐνταῦθα, ληρώδους Ἰουλιανοῦ βέλτιον Ἀσκληπιάδῃ διαλεχθῆναι, κἂν εἰ μηδὲν ἄλλο νομίμως ὑπάρχοντι σοφιστῇ. λόγους γὰρ εἴωθεν ὁ ἀνὴρ οὗτος πιθανωτάτους ἐρωτᾷν, οὐκ ἀκόμψως πεπανουργημένους, ὅπερ ἦν ἔργον οἶμαι σοφιστοῦ. τοιοῦτος δὲ δή τίς ἐστι καὶ ὃν ἐφεξῆς ἔγραψεν Ἰουλιανὸς, οὐ μὰ τὸν Δία τῆς δυνάμεως αἰσθανόμενος ἑαυτοῦ. πάντα γὰρ ἂν ἐγεγράφει τοὺς τοιούτους, ἀλλ’ ἀπομνημονεύσας εἰρημένων ὑπὸ Ἀσκληπιάδου. ὡς εἴ γε τῶν ἰδίων Ἰουλιανοῦ λόγων ἦν, ὁμοίως ἀνεφαίνετο τοῖς ἔμπροσθεν ληρώδης. ὁ τοίνυν Ἀσκληπιάδης φησὶν ὡς, εἴπερ ἦν συνεκτικὸν αἴτιον τὸ πλῆθος τῶν παθῶν ἐπὶ δαψιλέσι κενότησιν ἐνίοτε κατὰ τὴν ἀρχὴν τῆς νόσου γινομέναις, εὐθὺς ἁπάντων ὀχληρῶν ὁ κάμνων ἀπαλλάττεται· νυνὶ δὲ φαίνεται πολλάκις αὐξανομένας τὰς νόσους ἤδη τοῦ πλήθους καθῃρημένου. οὗτος ὁ λόγος ἱκανὸς πιθανός ἐστι καὶ διὰ τοῦτο δεῖται λύσεως ἰδίας, οὐ μὴν ἅπτεται τῶν κατὰ τὸν ἀφορισμὸν Ἱπποκράτους εἰρημένων. οὐ γὰρ ἐκ δόγματος ἐκεῖνα τὴν πίστιν ἔσχηκεν, ἀλλ’ ἐκ λογισμοῦ κοινοῦ πάντων ἀνθρώπων, ᾦ καὶ τοὺς ἐμπειρικοὺς ἔφην χρῆσθαι, διὸ καὶ λύομεν αὐτὸν τὸν Ἀσκληπιάδον λόγον, οὐχ ὡς προσήκοντα τοῖς κατὰ τὸν ἀφορισμὸν εἰρημένοις. ἀλλ’ ἐπειδὴ βέλτιον εἶναι δοκεῖ τῶν Ἰουλιανοῦ λήρων ἀνεσχημένον ἄχρι δεῦρο γυμνάσασθαί ποτε διαλεκτικώτερον ἀνθρώπῳ προσπελάσαντας ὅτι σοφιστῇ. ὅταν οὖν ὀνομάζῃ πλῆ θος ὁ Ἀσκληπιάδης, ἐρωτάτω αὐτὸν ὁπότερόν φησιν, ἆρά γε τὸ πρὸς τὴν δύναμιν, εἴτε τὸ πρὸς τὴν χώραν τῶν ἀγγείων, ὃ δὴ κατὰ τὸ ἔγχυμα καλεῖν εἰσιν εἰθισμένοι; καὶ πότερον τὸ καθ’ ὅλον τὸ σῶμα γιγνόμενον, ἢ κἂν ἐν μέρει τινὶ συνίσταται. τὸ μὲν οὖν ὡς πρὸς τὴν δύναμιν οὐδ’ εἰπεῖν αὐτῷ δυνατὸν ἀνῃρηκότι τὰς δυνάμεις σχεδὸν ἁπάσας αἷς διοικεῖται τὸ ζῶον. τὸ δ’ ὡς πρὸς τὴν χώραν τῶν ἀγγείων. ἔστι μὲν δήπου καὶ τοῦτο διττὸν ἢ τῷ κατὰ φύσιν μέτρῳ παραβαλλόμενον ἢ ψιλῷ καὶ μόνῳ τῷ μὴ τέγγεσθαι. δύναται δὲ ἑκάτερον αὐτῶν ἤτοι καθ’ ὅλον ὑπάρχειν τὸ ζῶον ἢ καθ’ ἕν τι μόριον ἢ πλείω. καὶ δέδεικται πρὸς ἡμῶν ἔν τε τοῖς ὑπομνήμασιν, ἐν οἷς τὰς αἰτίας τῶν συμπτωμάτων διερχόμεθα, κἀν τῷ τῶν παρὰ φύσιν ὄγκων, ὅτι ὁ σπασμὸς ἐνίοτε καὶ ὁ τρόμος ἥ τε φλεγμονὴ διὰ παντὸς ἐρυσίπελάς τε καὶ τὸ καλούμενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν οἴδημα καὶ πρὸς τούτοις ἕτερά τε πάθη πληθωρικὴν ὑπόθεσιν ἔχονται καὶ εἴ τις κενώσει τὸ πλῆθος, αὐτίκα τὸ μόριον εἰς τὸ κατὰ φύσιν ἐπανερχόμενον. εἴρηται δὲ καὶ περὶ τῶν συνεκτικῶν αἰτίων ἑτέρωθι δεικνύντων ἡμῶν ὅτι τε τοὔνομα καὶ τὸ πρᾶγμα αὐτὸ, καθ’ οὗ τοὔνομα τῆς στωϊκῆς αἱρέσεώς ἐστι καὶ ὡς οὐκ ὀρθῶς ὑπειλήφασιν, οὔτ’ ὀνομάζουσιν οἱ νεώτεροι τῶν ἰατρῶν ἅπαν τοῦτο τὸ γένος, ὅτι τε καὶ ἡμεῖς ἑπόμενοι πολλάκις αὐτοῖς, ὅπως μὴ δόξωμεν ἐρίζειν ὑπὲρ τοῦ ὀνόματος, ἔνια μὲν τῶν αἰτιῶν οὕτω καλεῖσθαι συγχωροῦμεν, οὐ μὲ Διὰ, ὅσα τῶν ἁπλῶν ὄντων ἐστὶν, ἀλλὰ τῶν ἐν τῷ γίγνεσθαι τὸ εἶναι κεκτημένων. ἐν τούτῳ μὲν ἡ λύσις τοῦ σοφίσματος. ἅπαντα δὲ μεταφέρειν ἐνταῦθα τῆς Ἰουλιανοῦ φλυαρίας ἔργον οὐχ ἡμέτερον, ἀλλ’ ἐφ’ ἕτερόν τι τῶν προβεβλημένων ἴωμεν ὃ κοινῇ πρὸς ἅπαν ἐστὶ τῶν ἐν ὑγροῖς αἰτίων τὸ γένος ὑπάρχει διττὸν, ἐν πλήθει μὲν τὸ ἕτερον, ἐν διαφθορᾷ δὲ τὸ ἕτερον, ἀλλ’ ἀμφοῖν γε ῥᾴδιον ἔσεσθαί φασι τὴν ἴασιν, ἐν ἀκαρεῖ χρόνῳ δυναμένων ἡμῶν καὶ τοῦ πλεονάζοντος ἀποχέεσθαι τὸ περιττὸν καὶ τὸ διεφθαρμένον ὅλον ἐκκενῶσαι, ὥστ’ οὐδέποτε χρονίσειν νόσημα. τοῦτον οὖν τὸν λόγον οὕτως ὄντα σαφῆ τε ἅμα καὶ σύντομον ἀσαφῶς καὶ μακρῶς ὁ Ἰουλιανὸς ἔγραψε κατὰ τήνδε τὴν ῥῆσιν· αὐτίκα ἐν τῷ ἀφορισμῷ λῆμμα συνηρπάσθαι οὐκ ἀποδεδειγμένον τὸ ὅτι ὑγροῦ πλῆθος νοσοποιεῖ ἢ μεταβολὴ πρὸς τὸ οὐκ οἰκεῖον τῆς ἰδίας ποιότητος  ὄνομα ἰατρῶν παῖδες ἔθεντο κατὰ τοῦ ὅλου εἴδους διαφθορὰν, ὥστε τοῦ νοσοποιοῦ ἀποκρινομένου ὠφέλειαν ἔσεσθαι φαντάζεται σφόδρα. τὰ μὲν πρόσθεν τὴν ἀπὸ τοῦ ἀμάχου φαινομένην κρίσιν, ὑγροῦ τινος ἐν τῷ σώματι πλῆθος, τῆς νόσου τὸ αἴτιον εἶναι νομίζειν ἢ οὐ πλῆθος μὲν, προπὴν δέ. ἀδιανόητον γὰρ καὶ πρὸς τὴν ἀλήθειαν ἀσύμφωνον τόδε τυγχάνειν. ὤμην γὰρ τὰ πάθη εὔλυτα πάντα καὶ ἂν ἦν τι χρόνιον, ἥ τε θεραπεία πᾶσα μονοειδὴς, οὐδ’ ἡντιναοῦν δυσχέρειαν ἐργώδη ἔχουσα. ἁπλοῦν γὰρ ἦν ἐκ παρακειμένου κενῶσαι τὸ νοσοποιοῦν καὶ αὐτίκα ἐν ἀρχῇ καὶ κατὰ τὴν πρώτην ὑπόστασιν λύειν τὸ πάθος, ὥσθ’ ἑνὸς δεῖσθαι μόνου κενωτικοῦ βοηθήματος καὶ τοῦτο παρὰ πάντα καιρὸν ἐνεστῶτα πεσόντα ὁρίζειν καὶ αἵματος μὲν ὄντος μόνῃ ἀρκεῖσθαι φλεβοτομίᾳ, φλέγματος δὲ φλεγμαγωγῷ, χολῆς δὲ χολαγωγῷ. Αὕτη μὲν ἡ τοῦ Ἰουλιανοῦ ῥῆσις. ἔστι δ’, ὡς ἔφην, ὁ κατὰ ταύτην λόγος τοιόσδε· εἴπερ ἐν ὑγροῖς εἴη τὰ τῶν νόσων αἴτια, δυνατόν ἐστιν ἡμῖν ἐν τάχει κενοῦν αὐτὰ μηδενὶ νοσήματι χρονίζειν ἐπιτρέπειν. ἀλλὰ μὴν χρονίζει γε πολὺ, κἂν κατὰ τὴν ἀρχὴν αὐτῶν ἱκανῶς ἐκκενώσομεν τὸ σῶμα. οὐκ ἆρά εἰσιν ἐν ὑγροῖς τὰ αἴτια. ἀλλ’ ὅ γε λόγος οὗτος, εἰ μὲν περὶ τοῦ πρὸς τὴν χώραν τῶν ἀγγείων ἐν ὅλῳ τῷ σώματι συνισταμένου πλήθους ἐστὶν, ἀληθὲς ὑπάρχει. βουληθέντες γὰρ εὐθέως ἐν ἀρχῇ τῆς νόσου κενῶσαι τὸ περιττὸν, ἐκκενοῦμεν ἅπασαν πληθωρικὴν διάθεσιν. εἰ δὲ καὶ περὶ τοῦ κατά τι μόριον, ἐν ᾧ καὶ πλεῖον γιγνόμενον ψευδές. ἐπιδέδεικται γὰρ ἡμῖν ἐκεῖνο τὸ πλῆθος οὐκ ἀεὶ κενοῦσθαι ταχέως δυνάμενον. οὕτω δὴ καὶ περὶ τῆς διαφθορᾶς ὁ λόγος ἐρωτώμενος πρόχειρον ἔχει τὴν λύσιν, οὐ γὰρ οἷόν τε ταχέως αὐτὴν ἐκκενῶσαι, καθάπερ ἐξ ἀσκοῦ τινος ἢ πίθου. κἂν ἐκ τούτων ὅλων ἐκκενώσαιμεν πῇ ποτε τὸ μοχθηρὸν ὑγρὸν οὐκ εὐθέως ἀντεγχέομεν ἕτερον χρηστὸν, ἀλλὰ διανίψαντες καὶ πλύναντες ἀκριβῶς τὸ ἀγγεῖον. ἆρ’ οὖν οὕτω δυνατὸν ἐν ἀνθρώπου σώματι κενῶσαι μὲν τὸ διεφθαρμένον αἷμα, χρηστὸν δὲ ἀντεγχέειν παραχρῆμα τοῖς ἐκείνου μορίοις, ἄξιον τοῦτο. πῶς οὖν ἐν τάχει φασὶ δύνασθαι κενωθῆναι τὴν διαφθοράν; οὕτως ὡς καὶ τἄλλα πάντα λέγουσιν εὐχερῶς, οὐδενὶ προσέχοντες τὸν νοῦν, οὐδὲ μετὰ περισκέψεως ἀκριβεστέρας ὅλον ἀθροῦντες τὸ πρᾶγμα. καὶ μὴν καὶ χολῆς περιεχομένης ἐν τῷ σώματι πολλῆς, ἄνευ μὲν πυρετοῦ ῥᾴδιον ἐκκενῶσαι πολλάκις. εἰ δ’ ἁλῶναι φθάσειεν ὁ ἄνθρωπος ὀξεῖ πυρετῷ, χαλεπώτατον. οὐ γὰρ οὔτ’ ἐγχωρεῖ χρῆσθαι καθαίροντι φαρμάκῳ ἀκινδύνως. ὁμοίως δὲ καὶ περὶ φλέγματος ἔχει καὶ τῶν ὀῤῥωδῶν περιττωμάτων. εἴρηται δὲ καὶ περὶ τούτων ἁπάντων ἐν ἄλλαις πραγματείαις καὶ χρὴ τὸν βουλόμενον ἀκριβῶς τι γνῶναι περὶ αὐτῶν ἐκεῖθεν ἐκμανθάνειν. ὅτι μὲν οὖν ἡ φλεγμονὴ πληθωρικόν τι νόσημά ἐστιν, οὐκ ἐν αὐτοῖς μόνοις τοῖς ἀγγείοις στεγομένου τοῦ πλήθους, ἀλλὰ καὶ τὰς ἐν τοῖς μυσὶ χώρας κενὰς ἁπάσας καταλαμβάνοντος, ἐξ ἐκείνου μάλιστα μαθήσῃ τοῦ γράμματος, ἐν ᾧ περὶ τῶν παρὰ φύσιν ὄγκων ὁ λόγος ἐστί μοι. ὅτε δ’ οὐχ οἷόν τε φλεγμονὴν ἅπασαν ἰάσασθαι ταχέως, ἐν τοῖς θεραπευτικῆς μεθόδου γράμμασιν εἵρηται, κατ’ ἐκεῖνα μάλιστα τὰ βιβλία, δι’ ὧν ἡ μέθοδος δείκνυται τῆς περὶ τῶν παρὰ φύσιν ὄγκων ἰάσεως. ἐνίοτε γὰρ οὕτως ἰσχυρῶς καὶ δυσλύτως ἐμπλάττονται ταῖς σαρξὶ γλίσχροι καὶ παχεῖς χυμοὶ, ὥστε κίνδυνον εἶναι χρονιζόντων αὐτῶν ἀκολουθήσειν σκίῤῥον. ἀλλ’ οἱ μηδὲν τούτων εἰδότες, ἐξ ὧν ἀγνοοῦσι τὰ τῆς τέχνης ἐπίκαιρα κατηγορεῖν Ἱπποκράτους. καίτοι γε ἀντιστρέψας ἄν τις, εἰ μὲν ἤτοι ψυχθείη τῶν στερεῶν σωμάτων ἢ θερμανθείη, ῥᾳδίαν ἔσεσθαί φησι τῆς εἰς τὰ κατὰ φύσιν ἐπάνοδον αὐτῷ, καθάπερ γε καὶ εἰ πυκνωθείη ποτὲ ἢ μανώτερον γεννηθείη. τό τε γὰρ ψυχθὲν θερμῆναι καὶ τὸ θερμαθὲν ψύξαι καὶ τό τε πυκνωθὲν ἀραιῶσαι καὶ τὸ μανωθὲν πυκνῶσαι χαλεπὸν οὐδέν. ἐμπεπλασμένον δὲ χυμὸν ἢ γλίσχρον ἢ παχὺν ἐν σαρκώδεσι μορίοις ἐκκενῶσαι χαλεπώτατον. ὅπου γὰρ δὴ καὶ τὸν ἐκ τούτων τῶν ἀγγείων τῶν ἀραιῶν ἐκκαθῆραι ῥύπον οὐκ εὐπετές, ἦ πού γε τῶν σαρκοειδῶν ἕτοιμον. ὥστε πάνυ μοχθηρὸς ὁ λόγος αὐτὰς ἐν ὑγροῖς αἰτίοις ἐναντιωτέρας εἶναι φάσκων ἀεὶ τῶν ἐν τοῖς στερεοῖς. εἰ μὲν γὰρ ἁπλῶς πλῆθος εἴη, καθ’ ὅλην τοῦ ζώου τὴν ἕξιν ἐν τοῖς ἀγγείοις περιεχόμενον, ὅπερ ἰδίως ὀνομάζουσι πλῆθος, ἕτοιμόν τε παραχρῆμα κενῶσαι τοῦτο καὶ τῶν συμπτωμάτων ὁ κάμνων ἀπαλλαγήσεται δι’ αὐτοῦ. κακοχυμίας δέ τινος ἢ διαφθορᾶς ὑπαρχούσης ἀδύνατόν ἐστι διὰ κενώσεως ἀθρόας ἰάσασθαι τὸν ἄνθρωπον, καὶ μέντοι καὶ φαίνεται ταῦθ’ οὕτως γιγνόμενα. πολλοὶ μὲν γὰρ βαρυνόμενοί τε τὸ σῶμα καὶ τάσεως αἰσθανόμενοι παραχρῆμα τῶν συμπτωμάτων ἀπηλλάγη σαν ἐπὶ ταῖς φλεβοτομίαις. ἔνιοι δὲ μῆνα ὅλον ὑπὸ διαφθορᾶς ὀχλούμενοι διετέλεσαν, μήτ’ ἀθρόως ἐκκενῶσαι τὸ μοχθηρὸν αἷμα δυναμένων ἡμῶν μήθ’ ἕτερον ἀντεγχέαι χρηστόν. ἐκ μὲν γὰρ τῶν σίτων δήπου καλῶς κατεργασθέντων  ἐν τῷ τοῦ ζώου σώματι, γεννᾶσθαι τὸ χρητὸν αἷμα πέφυκεν. ἐν αὐτῷ δὲ τῷ προσφέρειν τροφὰς ἐπιτηδείους, κίνδυνός ἐστι τῷ προϋπάρχοντι μοχθηρῷ συνδιαφθαρῆναι τὸ χρηστὸν, ὅθεν οὐδὲ πᾶσαν οἴονται διαφθορὸν ἰάσασθαι, ἀλλ’ ἐκείνην μόνην, ἐφ’ ἧς ἰσχυρὸν μὲν ἔτι τὸ σῶμά ἐστιν, ἡ δύναμις δ’ εὔρωστος. οὐ μὴν ἰῶδες ἐγένετο τὸ αἷμα παντάπασιν, οὐδ’ ὅσον συνδιαφθεῖραι τὴν ἐπιῤῥέουσαν τροφὴν, ἀλλ’ αὐτὸ μᾶλλον ὑπ’ ἐκείνης ἐπικραθῆναι. οὐ μὴν οὐδὲ ὅταν τὸ πρὸς τὴν δύναμιν πλῆθος συστῇ, δυνατὸν ἰάσασθαι ταχέως αὐτὸ, συγκαταλυομένης ἐνίοτε τῇ κενώσει τῆς δυνάμεως. εἴρηται δὲ ἡμῖν καὶ περὶ τῆς διαθέσεως τῆς τοιαύτης ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ. ὀλιγάκις οὖν ἐπὶ τῇ κενώσει τὸν ἄνθρωπον δείξεις ὑγιαίνοντα παραχρῆμα. γενήσεται μέντοι ποτὲ τοῦτο, καθάπερ καὶ φαίνεται καὶ δείκνυσιν ἐναργῶς καὶ πεῖρα τοῦ λόγου τὴν ἀλήθειαν. ἔνιοι γὰρ ἐπὶ ταῖς κενώσεσιν αὐτίκα πάντων ἀπαλλάττονται τῶν ὀχληρῶν, ἀλλ’ οὐδ’ ἴσασι τὰς διαθέσεις αὐτῶν οἱ ἰατροὶ πάντες, οὔτ’ εἰ γινώσκουσιν, εὐθέως διαγινώσκειν δύνανται. οὗτοι τοίνυν οἱ μάλιστα ληροῦντες, ὧν εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὁ κορυφαῖός ἐστιν Ἰουλιανὸς, ἀνομίλητος μὲν ἀεὶ διατελέσας τοῖς ἔργοις τῆς τέχνης. ἐξ ὧν δὲ αὐτὸς γιγνώσκει θρασυνόμενος, ἀλλ’ ἡμεῖς γε δι’ αὐτῶν τῶν ἔργων τῆς τέχνης πολλάκις ἐδείξαμεν ἐπὶ τῇ κενώσει τοῦ πλήθους ἑκατέρου παραχρῆμα τοὺς ἀνθρώπους ὑγιασθέντας. ἑκάτερον δὲ λέγω, τό θ’ ὡς πρὸς τὴν χώραν τῶν ἀγγείων, ὃ καὶ πληθώραν ὀνομάζουσι, τό τε πρὸς τὴν δύναμιν, ὅταν μὴ καταλύηται τῇ κενώσει. ταῦτα μὲν οὖν ὅταν ἄρξηται ταὐτῶν ἐπισκέπτεσθαι τοὺς ἀῤῥώστους, ἅμα τοῖς ἐπισταμένοις ἰάσασθαι μαθήσεται. Τὰ δ’ ἑξῆς ἴδωμεν, ἐν οἷς τὸν Ἀσκληπιάδου λόγον ὁ Ἰουλιανὸς μεταχειρίσεται, τοῦτον δὴ τὸν πολυθρύλητον, ὡς οὐχ ἕλκει τῶν οἰκείων χυμῶν ἕκαστον τῶν καθαιρόντων φαρμάκων, ἀλλ’ αὐτὸν γεννᾷ. λέλεκται δέ μοι περὶ τούτου βραχέα μέν τινα κἀπὶ τῆς. τελευτῆς τοῦ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων, ὥσπερ κἀν τῷ πρώτῳ τῶν φυσικῶν δυνάμεων. ὕστερον δὲ τῶν ἑταίρων ἀξιωσάντων καὶ δι’ ἑνὸς ὅλου γράμματος, ὃ περὶ τῶν καθαιρόντων φαρμάκων δυνάμεως ἐπιγέγραπται, τὸν μὲν ὅλον λόγον ὁ βουλόμενος ἐξ ἐκείνων μανθανέτω, τοῖς δ’ ὑπὸ Θεσσάλου εἰρημένοις, ἐνταῦθα ἀπανθήσω προσγράψας αὐτὰ κατὰ λέξιν. ἀθλητὴν γὰρ λαμβάνοντες εὐέκτην ὃν βούλονται κατὰ φύσιν ἔχοντα, χρηστῆς τούτῳ τῆς ὕλης ἐν τῷ σώματι ὑποκειμένης καὶ ἀτρέπτου καθαρτικὸν δίδομεν καὶ δείκνυμεν τὰ ἀποκρινόμενα καὶ σφόδρα διεφθορότα. εἶτ’ ἐπιλογιζόμεθα μηδενὸς ἐνίστασθαι δυναμένου πρὸς τὸ λεγόμενον ἐναντιωτικῶς, ὡς δὴ ἃ νῦν ἐκκρίνεται, δριμύτατά τε καὶ διεφθαρμένα, πρὸ μὲν τοῦ καθαρτικοῦ οὐχ ὑπόκειται τοιάδε τῷ ἀθλητῇ, εὐέκτης γὰρ ἐτύγχανεν ὤν. λείπεται οὖν μηδὲν ἄλλο ἡμᾶς δύνασθαι λέγειν ἢ ὅτι ὑπὸ τοῦ φαρμάκου ἀμφότερα γίνεται, πρῶτον μὲν τὸ τὴν ὕλην μεταβάλλειν εἰς διαφθορὰν, δεύτερον δὲ καὶ ἀποκρίνεσθαι, εἴτε δι’ ἔμετον εἴη εἴτε διὰ γαστρός. αὕτη μὲν ἡ τοῦ Θεσσαλοῦ ῥῆσις· ἀκούσατε δὲ καὶ πρὸς ἡμῶν ἐν μέρει ὡς τὸ καθαίρεσθαι πάντας χυμοὺς τὸν εὐέκτην οὐ μᾶλλόν τι τοῦ γεννᾶσθαι νῦν ἐστι δηλωτικὸν ἢ τοῦ περιέχεσθαι πρόσθεν. μάτην οὖν εἴρηκε μηδ’ ἑτέραν γε τῶν αἱρέσεων, μήτ’ ἀνατρέπων ἐξ ἀνάγκης μήτε κατασκευάζων. εἰ δὲ τῶν ὑπαγόντων τι τὴν γαστέρα διδοῖεν, ἀλλ’ οὐ φαρμακῶδές γε τοῦτό ἐστιν αὐτοῖς, οὐδ’ ὥσπερ ἀναίσχυντος Θερσίτης δίδομεν λέγειν καὶ δείκνυμεν, μήτε δοὺς αὐτὸς ἢ δείξας πώποτε, μηδ’ ἄλλου δόντος ἢ δείξαντος θεασάμενος. οὐ μὴν ἡμεῖς γε τοιοῦτοι τολμῶντες λέγειν ἢ γράφειν ἃ μὴ πράττομεν, ἀλλὰ τοῖς ἔργοις αὐτοῖς πρότερον ἀποδεικνύντες τἀληθὲς, τηνικαῦτα· τὴν ἀμφ’ αὐτὰ τέχνην ἐξηγούμεθα, ἅπερ ἐστὶν ἀκοῦσαι τῶν ἐκ τῆς ἀγέλης τοῦ Θεσσαλοῦ, πόσους μὲν ὑδερικοὺς ὑδραγωγῷ φαρμάκῳ καθήρας αὐτίκα τὴν γαστέρα προσεσταλμένην ἀπέφηνα, πόσους ἰκτεριῶντας χολαγωγῷ παραχρῆμα τὸν ἴκτερον ἰασάμην. ἀλλ’ οὐδὲ τούτων οὐδὲν οὐδ’ ἄλλο τοιοῦτον Ἰουλιανὸς ἐθεάσατο. διὰ τῶν ἀθλητῶν, φησὶ, δίδωμι καθαρτικὸν καὶ δείκνυμι. ἀκόλουθον μὲν γὰρ δηλαδὴ τῷ τοσαύτης ἐμπληξίας μεστῷ καθαίρειν μὲν τοὺς εὐχύμους ἀθλητὰς, μὴ καθαίρειν δὲ μήθ’ ὑδεριῶντας μήτε μελαγχολῶντας, μήτε τὸν καλούμενον ἐλέφαντα νοσοῦντα, μήτε καρκίνῳ κάμνοντα, μήθ’ ὑπὸ φαγεδαίνης ἢ ἐρυσιπέλατος ἐνοχλούμενον, ἤ τινος ἄλλου κακοχύμου νοσήματος. ἅλις ἤδη μοι καὶ τούτων αὐτοῦ τῶν λήρων. εἰ γὰρ ἅπαντα λέγειν ὧν ἐστιν ἄξιος ἀκούειν Ἰουλιανὸς ἐπιχειρήσειέ τις, οὐ μιᾶς ἢ δυοῖν, ἀλλὰ παμπόλλων αὐτῷ χρεία βίβλων ἐστίν. ἀλλ’ ἀκούσωμεν οὖν αὐτοῦ τι τῶν ἐφεξῆς ὡδί πως γράφοντος. ἄλλο δή φημι ἰσχυρότατον ὃ μᾶλλον ὁρῶντας σωφρονίζεσθαι ἐχρῆν καὶ μὴ πάντα τῆς μελαίνης χολῆς ἄγειν. ὅτι δὴ χολῆς ὑπεῖναι δοξαζομένης φλεγμαγωγὸν δίδομεν, καὶ χολὴ μὲν ἀποκρίνεται, φλέγμα δὲ οὐκ, ἢ φλέγματος ὑπονοουμένου φλεγμαγωγὸν, καὶ φλέγμα μὲν οὐκ  ἀποκρίνεται, χολὴ δὲ ἐπ’ ἀμφοῖν, ὑδραγωγὸν δίδομεν καὶ τόδε οὔτε ὕδωρ φανήσεται τὸ φερόμενον, πάντων μάλιστα παραδοξότατον, ὑδρωπικῶν σαφῶς ὕδατος παρακειμένου, ἀπόκρισις γένοιτ’ ἂν, χολῇ μὲν διὰ χολαγωγοῦ, φλέγματι δὲ διὰ φλεγμαγαγωγοῦ. αὕτη μὲν ἡ ῥῆσις· ἄξιον δὲ αὐτοῦ ἄγασθαι πρῶτον μὲν τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον ὡς χρῆν μὴ πάντα τῆς μελαίνης χολῆς ἄγειν. μελαγχολῶντας γὰρ ἡμᾶς δηλονότι λέγει τοὺς ἐπαινοῦντας Ἱπποκράτην. ἀλλ’ οὗτός γε ὁ χαριεντισμὸς ἑτέροις μᾶλλον ἔπρεπεν, ὅσοι δογματίζουσιν ὑπὸ μελαίνης χολῆς ἐνοχλεῖσθαι τοὺς μελαγχολῶντας. Ἰουλιανὸς δὲ ὁμοιότατός ἐστι τῷ κατὰ τὸν Αἰσώπου λόγον ὄνῳ, ὃς θεασάμενος ἓν τῶν Μελιταίων κυνίδιον Ἀριστοσίτῳ δεσπότῃ συγκατακείμενον, ἁλλόμενόν τε περὶ αὐτὸν καὶ σκιρτῶν καὶ σεῖον τὴν οὐρὰν, καί τι καὶ φώνημα τερπνὸν ὑποφθεγγόμενον, ἐφ’ οἷς ἥδοντό τε καὶ κατεφίλουν αὐτὸ πάντες οἱ σύνδειπνοι, μηδὲν μελλήσας ἀλλ’ εὐθὺς ἀναπηδήσας ἐπὶ τὴν κλίνην ὀγκᾶται καὶ κατ’ αὐτὸν εἰλεῖτο, σείων τὴν οὐράν. ἀλλὰ τούτῳ παραπλησίως ὢν Ἰουλιανὸς ἐπισκήπτει χαριεντιζόμενος εἰς μελαγχολίαν ἡμᾶς, ἣν αὐτός φησιν ὑπὸ μελαίνης γίγνεσθαι χολῆς. κατέλειπε τοίνυν ἡμᾶς ἐπί σοι λέγειν τὴν μέλαιναν, ὃς οὐδὲ τῶν ἰατρικῶν παιδαρίων ἀμείνων ὑπάρχων τὴν τέχνην ἐπιτιμᾷς Ἱπποκράτους. τίς ταύτης μείζων μελαγχολία; τίς ἀπαιδευσία φανερωτέρα; τὶς τόλμη προπετεστέρα; καθ’ ἡμῶν, Ἰουλιανὲ, χαριεντίζῃ τοιαῦτα καὶ συνάπτεις αὐτὰ λόγοις ἀμαθέσιν, ὡς ἂν μὴ παῖδα λαθεῖν αὐτῶν τὴν ἀτοπίαν. Ἱπποκράτους γὰρ εἰρηκότος οὔθ’ ἡλικίαν οὔθ’ ὥραν ἔτους οὔθ’ ὅλως οὐδένα καιρὸν εὑρεθῆναι δύνασθαι, καθ’ ὃν ἀπόλλυταί τις ἐκ τοῦ σώματος ἡμῶν χυμὸς, ὃν αὐτὸς ἀεί φησιν ὑπάρχειν, αἵματος δηλονότι καὶ φλέγμα τος καὶ χολῶν διττῶν. ἅπαντας μὲν γὰρ εἶναι διὰ παντὸς, αὐξάνεσθαι δ’ ἄλλον ἐν ἄλλῃ κράσει καὶ φύσει σώματος, ἡλικίᾳ τε καὶ ὥρᾳ καὶ χώρᾳ καὶ νοσήματι νομίζεις καταβάλλεσθαι τὸν λόγον, εἰ τῷ χολῶντι φλέγματος ἀγωγὸν δοθείη φάρμακον, τουτὶ μὲν κενούμενον φαίνοιτο, χολὴ δὲ οὐ κενοῦται. φέρε τοίνυν ἡμῖν τοῦτο φαίνεται γιγνόμενον, μηδ’ ἐκκενοῦν τὸ φάρμακον ἀεὶ τὸν οἰκεῖον ἑαυτῷ χυμόν. ἆρ’ οὖν ἐναργῶς ἐδόκει ψευδὲς εἶναι τὸ Ἱπποκράτους δόγμα; εἰ γὰρ ὁμοτίμως μὲν ἅπαντας ἕλκει τοὺς χυμοὺς ἕκαστον τῶν καθαιρόντων, ἀλλοιοῦν δ’ εἰς μίαν ἰδέαν αὐτοὺς, ἣν πέφυκεν, οὐδὲν διοίσει τοῦ φλεβοτομεῖν τὸ καθαίρειν. ἀλλ’ εἴπερ τοῦτο οὕτως ἔχει, ῥᾷστον ἤδη τῇ πείρᾳ κρῖναι τὸ δόγμα καὶ δυοῖν ἀνθρώπων ἀσκίτην ὕδερον ἐχόντων ἴσον τὸ μέγεθος, ἐπὶ τῇ τοῦ σώματος ἕξει τε καὶ ἡλικίᾳ παραπλησίως διακειμένων, τῷ μὲν ἑτέρῳ δοῦναι τῶν ὑδραγωγῶν τι φάρμα κον, τοῦ δ’ ἑτέρου τεμεῖν τὴν φλέβα, κἄπειτα θεάσασθαι τίς μὲν ἐξ αὐτῶν ὠφελεῖται, τίς δὲ βλάπτεται. δίκαιον μὲν ἦν ἴσον ἑκατέρῳ ποιήσασθαι τὸ πλῆθος τῆς κενώσεως, τοσαύτας κοτύλας ἐκχέοντας τοῦ αἵματος, ὅσας τοῦ κενωθέντος, ὡς οὗτοι νομίζουσιν ὕδατος ὑπὸ τοῦ καθαρτικοῦ φαρμάκου. κἂν τοῦτο συγχωρήσωμεν αὐτοῖς καὶ τοῦ μὲν ἑτέρου διὰ τῆς καθάρσεως κενώσομεν κοτύλας ὕδατος, εἰ τύχοι ιε΄, τοῦ δ’ ἑτέρου διὰ τῆς φλεβοτομίας δύο μόνας ἐπίδωμεν ὅστις μὲν αὐτῶν ἐσφάγη. τί γὰρ ἂν ἄλλο τις εἴποι περὶ τοῦ φλεβοτομηθέντος ὑδεριῶντος; ὅστις δ’ ὤνηται τὰ μέγιστα. τί, λέγομεν, ὦ οὗτος; ἆρα ἴσως ἢ παραπλησίως ὁ νῦν εἰρημένος ἔλεγχος ὅσῳ μικρὸν ἔμπροσθεν ἐγχειρήσας, καθαρτικὸν χολῆς, φησὶ, διδόσθω τινὶ τῶν ὑδεριόντων, κενώσει μὲν, ὦ οὗτος, καὶ τουτὶ χολὴν, ἀλλ’ ὀλίγην τε καὶ σὺν οὐδενὶ χρηστῷ· καθαρτικὸν ὑδατώδους ἰχῶρος διδόσθω τῷ χολῶντι, κενώσει μὲν ὑδατῶδες, ἀλλ’ ὀλίγον τε καὶ μετὰ βλάβης. πάλιν οὖν διδόσθω τὸ μὲν ὑδραγωγὸν τῷ τὸν· ἀσκίτην νοσοῦντι, τὸ δὲ χολαγωγὸν τῷ τὸν ἴκτερον, καὶ πολὺ κενωθήσεται τῶν ἀνθρώπων ἑκάτερος καὶ σὺν ὠφελείᾳ μεγάλῃ. ταῦτα εἰ μὲν οὐδέπω ἀνέγνω γεγραμμένα παρὰ τινι τῶν ἰατρῶν ὁ Ἰουλιανὸς, θαυμάζω τὴν φιλοπονίαν τἀνδρός. ἀναγνοὺς δ’ εἰ ἐτόλμησε γράφειν ἅπερ ἔγραψεν, ἄξιον ἄγασθαι τὴν σύνεσιν αὐτοῦ. νομίζω γὰρ ἐγὼ νῦν ἀκούσασι τῶν εἰρημένων ἀρτήσειν αὐτῶν τὰ ὦτα. Ἰουλιανὸς δ’ ἐν οἷς ἔγραψε περὶ αὐτῶν ἡγεῖται μελαγχολᾷν ἡμᾶς. ἀποκρίνασθαι τοιγαροῦν ἀναμνησθεὶς τῶν φιλοσόφων οὓς ἐπῄνεσε, παρὰ τίνος αὐτῶν ἔμαθε νόμον ἀποδείξεως τοιοῦτον, οἵῳ φαίνεται κεχρημένος. εἰ γὰρ ἐπεφύκει, φησὶ, τὸ χολαγωγὸν φάρμακον ἐκκαθαίρειν τοῦ ζώου τὴν χολὴν, οὐκ αὐτὴν γεννᾷν, οὐκ ἂν ἐκενοῦντο χολὴν τοῖς φλεγματώδεσι. θαυμαστή γε ἡ τοῦ ἀκολούθου γνῶσις· ὦ τῆς μεγάλης διαλεκτικῆς τοῦ σοφιστοῦ. τί συνετὸν οὕτω Χρύσιππος ἢ Ἀριστοτέλης ἢ Πλάτων εἶπεν; οἵ γε, εἰ περὶ τούτων αὐτῶν ἐπισκέψασθαι προὐτάθη, τὸ μηδὲ ὅλως περιέχεσθαι κατὰ τὸ σῶμα χολὴν πάντες ἂν ἔφασαν ἕπεσθαι τὸ μηδ’ ὅλως ὑπὸ τῶν χολαγωγῶν ἐκκενοῦσθαι, τὸ δ’ ὀλίγον περιέχεσθαι, τὸ τὴν ἑλκομένην ὑπ’ αὐτῶν ὀλίγην ὑπάρχειν, ὥσπερ γε εἰ πολὺ περιέχοιτο, πολλὴν εἶναι τὴν ἑλκομένην. ἀλλ’ Ἰουλιανὸς ὁ τῆς καινῆς διαλεκτικῆς σοφιστὴς ἀξιοῖ μηδ’ ὅλως ἕπεσθαι χολὴν τοῖς χολαγωγοῖς, ὅταν ὀλίγη ποθ’ ὑπάρχῃ κατὰ τὸ ζῶον. εἶθ’ ἡμᾶς μὲν λέγει μελαγχολῶντας τοὺς ὑδραγωγὸν διδόντας  φάρμακον τοῖς ὑδεριῶσιν. ἑαυτὸν δὲ σωφρονεῖν, οὗ τοῖς δόγμασιν ἕπεται φλεβοτομεῖν αὐτούς. ὁμοιότατον δὲ τούτοις αὐτοῦ τοῖς λόγοις ἐστὶ καὶ τὸ διὰ τῶν ἐχομένων εἰρημένων ἐν τῇδε τῇ ῥήσει· τό τε γίγνεσθαι ἐπὶ τὸ πλεῖστον ἐναλλὰξ ἐπίτασις τε καὶ ἄνεσις, ὑγεία ἀδιόριστος· ὁμοιούμενός τις, ὡς πρὸς ἡμῶν κατὰ πᾶν συνεχείας, ἐν τῷ σπανίως ὀλιγάκις τε φαινομένῳ. ἐν τούτοις Ἰουλιανὸς καταβάλλει τὴν δόξαν τῶν οἰομένων ἀεὶ σωματικὰς εἶναι τὰς κατασκευὰς τῶν παθῶν, ταῦτα ὡς μαρτυροῦντα, γράφοντας ἐπιτάσεις καὶ τὰς ἀνέσεις τῶν νοσημάτων, οἰόμενος συμφωνεῖν μὲν τῇ δόξῃ τῶν μεθοδικῶν, ἐναντιοῦσθαι δὲ τῇ τοῦ παλαιοῦ. καίτοι ταὐτὸ τὸ ἐναντιώτατον εὕροις ἄν. αἱ μὲν γὰρ τοῖς στερεοῖς τοῦ ζώου μέρεσι διαθέσεις ἐστηριγμέναι τ’ εἰσὶ καὶ μόνιμοι, τὰ δὲ ὑγρὰ καὶ μεταῤῥεῖν εἰκὸς εἰς ἄλλο μόριον τοῦ ζώου καὶ διαφορεῖσθαι λεπτυνόμενα καὶ κατά τινας αἰσθητοὺς πόρους ἐκκρίνεσθαι, καὶ ποτὲ μὲν ὑπὸ τῆς διοικούσης τὰ ζῶα φύσεως πεπτόμενα χρηστότερα γίνεσθαι, ποτὲ δ’ ὑπὸ πυρετώδους θερμασίας ἀλλοιούμενα μοχθηρότερα, καὶ τὰ μὲν διαπνεῖσθαι ὑπὸ τῆς πυρετώδους θερμότητος, τὰ δ’ αὐτῶν βελτίω γίγνεσθαι κεραννύμενα χρησταῖς τροφαῖς, τὰ δὲ συνδιαφθείρεσθαι ταῖς ἐπιῤῥεούσαις, ἤτοι γ’ εὐθὺς ἔξωθεν οὔσαις μοχθηραῖς ἢ μὴ καλῶς ἔτι ἐν τῇ γαστρὶ πεφθείσαις, * * * * τοὺς δ’ ἐπὶ σηπεδόνι χυμῶν ἀναπτομένους οὐδὲν δήπου θαυμαστόν ἐστιν ὡς ἂν ἐκεῖνα τύχῃ κατά τε χώρας ἀθροιζόμενά τε καὶ σηπόμενα καὶ κενούμενα, τάς τε γενέσεις ἴσχειν καὶ τὰς παρακμάς. ἀλλ’ ἐν μὲν τούτοις ἀνάσχοιτ’ ἄν τις ἴσως αὐτῶν· ὃ δ’ ἐφεξῆς ἔγραψεν Ἰουλιανὸς οὐκ ἔτι κοινὸν. ἁπάντων ὑπάρχον, ἀλλ’ ἴδιον ἐξαίρετον ἑαυτῷ, τοῦτ’ ἤδη σοι δίειμι. ὅλην δ’ ἄμεινόν μοι δοκεῖ παραγράψαι τὴν ῥῆσιν, εἰ καὶ μακροτέρα πώς ἐστιν ἔχουσαν ὧδε. ὅτι δ’ ἀδιανόητον ἐπὶ πλῆθος ἢ διαφθορὰν, ὃ ἄν τι πρὸς τοῦ νῦν τιθέναι, ἀναφέρειν τὸ ποιητικὸν τῆς νόσου, τί δ’ ἄν τις συμμελέστατα διαγνοίη τοῦ πάθους δι’ ὅλου τοῦ σώματος ἀπιόντος; ἀναγκαῖον ὁμολογεῖν πάντα περιττεύειν ἐν παντὶ μέρει τε καὶ μορίῳ. τῷ ἀποτελέσματι γὰρ συμπαρατείνεσθαι χρὴ τὸ συνέχον αἴτιον. χωρεῖ δὲ δι’ ὅλου πάθη, ὡς πυρετοὶ ἄλλα τε μύρια, ἐφ’ ὧν ἐν τῷ ὅλῳ καὶ τὸ πλῆθος εἶναι δεῖ. καὶ τὸ τοῖς πλεῖον ὅταν πλεῖον καὶ τὸ νόσημα ᾖ καὶ τὸ τοῖς πλεῖον καὶ συγκεχωρημένον ὧδέ πως φάναι. εἰ δέ γε * * * * διὰ ἀντιφῶν τὸ πλῆθος τοῦ ὑγροῦ. καὶ μὴν Ἰουλιανὸς οὐ βούλεται τῶν καθόλου τὸ σῶμα νοσημάτων ἐν ἑνὶ τόπῳ τὴν συνεκτικὴν ὑπάρχειν αἰτίαν. ἀλλὰ κἂν τὴν ῥύσιν ὑπόθηταί τις ἐπὶ τῷ βουβῶνι γίγνεσθαι συνέχον αἴτιον οὖσαν τοῦ πυρετοῦ, εἰς τοσαύτην ἀπορίαν ὁ λόγος ἀχθήσεται. λυομένου γὰρ τοῦ βουβῶνος οὔτε διαμένειν αὐτὴν οὔτε παύεσθαι δυνατὸν, ἐπειδὴ μενούσης μὲν ἀναγκαῖόν ἐστι καὶ τὸν πυρετὸν διαλύεσθαι, λυομένης δὲ συνεκτικὸν ἑαυτῆς αἴτιον ἔχειν τὸν βουβῶνα, κἀν τούτῳ τὸν λόγον ἀνατρέπεσθαι, τοῦ θαυμαστοῦ προστάτου, φάσκοντος ἀδύνατον εἶναι τὸ καθ’ ὅλον τοῦ σῶμα πάθος αἴτιον ἐν ἑνὶ τόπῳ συστῆναι. καὶ μὴν οὐδ’ ἄλλην τινὰ ἔννοιαν εἰπεῖν ἔχει τοῦ συνέχοντος αἰτίου, παρὰ τὸ γίνεσθαί τι πρὸς αὐτοῦ καὶ παύεσθαι σὺν αὐτῷ, πλὴν εἰ κἀνταῦθα πάλιν ἐξαίφνης ἑαυτὸν εἶναί φησι στωϊκὸν, ὡς ἐν ἄλλοις ἐποίησεν. ἀλλὰ τοῦτό γε πράξας οὐ νόσου μόνον, ἀλλὰ καὶ τῆς ὑγείας αὐτῆς αἴτιον ἀποφανεῖταί τινα καὶ θερμὸν καὶ ψυχρὸν ἀναγκασθήσεταί τι λέγειν εἶναι νόσημα καὶ ξηρὸν καὶ ὑγρὸν, ἅπερ οὐ βούλεται. μὴ τοίνυν ληρείτω μάταια, μηδ’ ἐμπλήκτων τρόπον, ἀλλὰ τἄλλα φανταζέσθω, ποτὲ μὲν ἐπαινῶν στωϊκοὺς, ποτὲ δ’ ἀναιρῶν αὐτῶν τὰ δόγματα.