Σκέψαι δ’ ἑξῆς ἃ γράφει μὴ συγχωρῶν, ὡς ἔοικε, μηδὲ τοὔνομά τινι σκέψασθαι τῆς φύσεως. ἔστι δ’ ἀρχὴ τῆς ῥήσεως ἥδε· οὐδ’ ἂν πείσειαν ἡμᾶς τε ἢ αὐτοὺς ἐπ’ ἀληθείᾳ ὅτι ἴσασι τί ἡ φύσις ἐστὶν, ἣν ἄνω τε καὶ κάτω θρυλοῦσι τραγῳ δοῦντες πανταχοῦ ἤτοι θερμὸν ἁπλοῦν ἢ κρᾶμα κἀκ μίξεως ἢ ψυχροῦ οὐσίαν καὶ πνεύματος. κἄπειτα ἑξῆς τούτῳ ἐπιφέρει μὴ πολλὰ συγχωρῶν ἐγγνῶναι φύσεως οὐσίαν, ὥσπερ Ἱπποκράτους γεγραφότος ὄνομα φύσεως ἐν τῷ προκειμένῳ νῦν ἡμῖν ἀφορισμῷ, ἀλλ’ οὐκ ἐν τοῖς αὐτομάτοις γιγνόμενον εἰρηκότος. πόθεν ἐπεισῆλθε τὸ τῆς φύσεως ὄνομα; πόθεν δ’ ἄλλοθεν ἢ ἐκ τῆς συνήθους Ἰουλιανοῦ φλυαρίας ἀφορμὴν παρέξει λόγου μακροῦ, ὃν ἐάν τις ἀναπτύξῃ, προδήλως φωράσει τὸν λῆρον αὐτοῦ. ἐπεὶ τοίνυν ἅπαντες ἰατροὶ τῶν κενώσεων τὰς μὲν ὑπὸ φύσεως, τὰς δ’ ὑπὸ τύχης γίγνεσθαί φασιν, ἐνδεικνύμενοι τὴν αἰτίαν αὐτῶν ἐνίοτε μὲν ἐξ αὐτοῦ τοῦ τῶν καμνόντων ὁρμᾶσθαι σώματος, ἔστι δ’ ὅτ’ ἔξωθεν ἀφορμὴν ταύτην εἶχε περὶ τοῦ ληρῆσαί τι περὶ τοῦ τῆς φύσεως ὀνόματος. ἔστι δ’ ὃ βούλεται λέγειν ἐν κεφαλαίῳ περιλαβόντι τοιόνδε. φυσικὰς κενώσεις οὐδὲ φθέγγεσθαι προσῆκεν, ἀγνοοῦντας ὅ τι ποτ’ ἐστὶν ἡ φύσις. ἀλλ’, ὦ γενναιότατε  σοφιστῶν οὐδ’ ὅτι ψυχὴν ἔχομεν ἢ αἴσθησιν ἢ νοῦν ἢ λογισμὸν ἢ μνήμην ὁ τοιοῦτος λόγος ἐπιτρέψει γιγνώσκειν, ὡς ἑκάστου γε καὶ τούτων δύσγνωστος ἡ οὐσία. καὶ τί θαυμαστόν; ὅπου γὰρ καὶ τὸν ἥλιον αὐτὸν, ὃν ἐναργέστατα βλέπομεν, οὐκ ἴσμεν ἀκριβῶς ὁποῖός ἐστι τὴν οὐσίαν, ἤ πού τε περὶ φύσεως ἢ ψυχῆς ἢ μνήμης ἤ τινος ἑτέρου τῶν τοιούτων ἑτοίμως ἀποφανούμεθα. ἀλλ’ ὥσπερ καὶ ταῦτα αὐτῶν ὀρθῶς εἰρήκαμεν καὶ οὕτως ὅταν τὴν ἔννοιαν αὐτῶν ἑκάστου καὶ τὴν τῆς ὑπάρξεως διάγνωσιν ἔχωμεν ἐναργῆ, προσθεῖναι χρὴ τῷ λόγῳ. ἅπαν μὲν γὰρ φυτὸν ὑπὸ φύσεως διοικεῖται, πᾶν δὲ ζῶον ὑπὸ φύσεώς τε ἅμα καὶ ψυχῆς. εἴ γε δὴ τὴν μὲν τοῦ τρέφεσθαί τε καὶ αὐξάνεσθαι καὶ τῶν τοιούτων ἔργων αἰτίαν ὀνομάζομεν ἅπαντες ἄνθρωποι φύσιν, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ τῆς ἕξεως αὐτῆς κινήσεως ψυχὴν, ὥστ’ οὐδεὶς ἡμῶν οὔτε καταψεύδεται τῶν ἔργων τῆς φύσεως οὔτ’ ἐπειδὴ ταῦτα γιγνώσκει καὶ τὴν οὐσίαν αὐτῆς εὐθὺς οἷός τε, καθάπερ οὐδὲ τὴν τοῦ ἡλίου, ἀλλ’ ἀνατέλλοντα μὲν αὐτὸν ὁρῶμεν ἐναργῶς, ὥσπερ γε καὶ δυόμενον ἅπαντά τε τὸν μεταξὺ τόπον ἀμείβοντα τάξει καὶ χρόνῳ ἀφωρισμένῳ, τὴν δ’ οὐσίαν ὁποῖός τίς ἐστιν ἐπὶ χολῇ ζητοῦμεν. εἰ μὲν οὖν ἀδύνατον ἦν γνῶναι τὰς φυσικὰς ἐκκρίσεις ὁπότε γίνονται, χωρὶς τοῦ προγνῶναι τὴν οὐσίαν αὐτῆς ἐργαζομένης αὐτὰς φύσεως, εἰκότως ἂν δείξας ἐκεῖνος ἄγνωστον, εὐθὺς αὐτῇ συνανῄρηκε τὴν τούτων γνῶσιν. ἐπεὶ δ’ ἐγχωρεῖ κἂν ἐκείνην τις ἀγνοῇ, ταύτας γοῦν γιγνώσκειν, ἐκ περιττοῦ φλυαρεῖ ταῦτα πάνθ’ ὁ θαυμασιώτατος Ἰουλιανός. ἡμεῖς γὰρ, ὅταν χωρὶς φαρμάκου καθαίροντος ἔμετος ἢ συχνὴ κάτω γένηται κένωσις, εἴτε δι’ ἐντέρων εἴτε κατὰ τὰς μήτρας, ἅπαντα τὰ τοιαῦτα φύσει τε γεγονέναι φαμὲν ἢ ὑπὸ φύσεως ἢ φυσικῶς. οὐδὲν γὰρ διαφέρει, μιμούμεθά τε φανερῶς ὠφελήσαντες τοὺς κάμνοντας. Ἰουλιανὸς δ’ ἔοικεν οὐδ’ ὃ πάντες ἄνθρωποι λέγουσί τε καθ’ ἑκάστην ἡμέραν καὶ γιγνώσκουσιν, οὐδὲ τοῦτ’ ἐπίστασθαι, κατὰ φύσιν μὲν ἔχειν τοὺς ὑγιαίνοντας, παρὰ φύσιν δὲ τοὺς νοσοῦντας. εἰ γὰρ οὐκ ἔξεστιν οὐδὲν τῶν τοιούτων ὀνομάτων χρῆσθαι, μὴ πρότερον ἐπισταμένους τῆς φύσεως τὴν οὐσίαν, οὔτε τοὺς ὑγιαίνοντας ὅτι κατὰ φύσιν ἔχουσιν ἐροῦμεν οὔτε τοὺς νοσοῦντας ὅτι παρὰ φύσιν. ἀλλὰ γὰρ εἰ βούλει καὶ τοῦτ’ αὐτῷ δῶμεν ἐκ περιουσίας καὶ συγχωρήσομεν, εἰ μὴ πρότερον εἰδείημιν ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ τὰ σώμαθ’ ἡμῶν συνέστηκεν, ἀμήχανον εἶναι μιμήσασθαι τὰ καλὰ ὑπὸ φύσεως ἢ τύχης γιγνόμενα. τί οὖν κωλύει γιγνώσκειν ἡμᾶς ἀκριβῶς τοῦτο μέχρις ἂν ἡμεῖς τε λέγειν ἔχωμεν ἀπόδειξιν δόγματος, οἵ τ’ ἄριστοι τῶν φιλοσόφων, οὓς καὶ σὺ θαυμάζεις αὐτὸς, ὁμολογῶσιν Ἱπποκράτει τε καὶ ἀλλήλοις, εἰ μή τις τὴν διαφωνίαν ἱκανὸν οἴεται μάρτυρα εἶναι τῆς ἀγνοίας τοῦ δόγματος, ἐξαίφνης ἀπορητικός τις ἀντὶ στωϊκοῦ γεγονώς. εἰ γὰρ δὴ τούτῳ πέπεισαι τῷ λόγῳ, φάσκοντι μηδὲν τῶν διαπεφωνημένων πᾶσι τοῖς φιλοσόφοις εἰς γνῶσιν ἀνθρωπίνην ἀφικέσθαι δύνασθαι, τί δή ποτε οὐ πολὺ πρῶτον ἁπάντων ἀπιστεῖς ταῖς καλαῖς σου κοινότησιν, ἃς ἡ κατὰ τὸν οὐρανὸν οἰκοῦσα μέθοδος ἐγέννησεν; ἀλλ’ οὐδεὶς τῶν ἄλλων ἰατρῶν εἶδεν αὐτὰς ἀμυδρῶς, ἐναργῶς δὲ, ὡς νομίζει ὁ Θεσσαλὸς, καὶ τό γε μεῖζον τούτου, ὅτι καίτοι θεασαμένου καὶ δείξαντος αὐτὰς τοῦ Θεσσαλοῦ τῷ λαμπροτάτῳ χορῷ τῶν ἀμφ’ αὐτὸν ἰατρῶν, ὅμως οὐδεὶς οὐδενὶ συνεφώνησαν, ἀλλ’ ἄχρι δεῦρο πολεμοῦσι μείζονα πόλεμον, ὃν Θεσσαλὸς ἐπολέμησε τοῖς συμφοιτηταῖς. εἴπερ οὖν διαφωνία σημεῖόν ἐστι τῆς τῶν πραγμάτων ἀγνοίας, ἁπασῶν πρῶτον ἀπιστητέον ταῖς τοῦ Θεσσαλοῦ κοινότησι, ὅσον καὶ πλείστη γε περὶ αὐτῶν ἐστιν ἡ διαφωνία. τὸ μέντοι γε τὴν τοῦ σώματος ἡμῶν φύσιν ἤτοι γε ἐξ ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ γῆς ἢ ἐξ ὑγροῦ καὶ ξηροῦ καὶ θερμοῦ καὶ ψυχροῦ συμμέτρως ἀλλήλοις κεκραμένων γεγονέναι διαπεφώνηται μὲν, ἀλλ’ οὐκ εἰς τοσοῦτον, ὅσον αἱ Θεσσαλοῦ κοινότητες, εἴ γε καὶ Πλάτων καὶ Ζήνων, Ἀριστοτέλης τε καὶ Θεόφραστος, Εὔδημός τε καὶ Κλεάνθης καὶ Χρύσιππος ἅμα πολλοῖς φιλοσόφοις, ὧν οἱ μὲν στωϊκοὺς, οἱ δὲ περιπατητικοὺς, οἱ δὲ Πλατωνικοὺς ἑαυτοὺς ὠνόμασαν, ὁμολογοῦσιν ἀμφ’ αὐτάς· αἱ δ’ ὑπὸ Θεσσαλοῦ κοινότητες εἰρημέναι, τοσούτου δέουσιν ἀρέσκειν τοῖς ἄλλοις ἰατροῖς, ὥστ’ οὐδ’ αὐταὶ τούτοις ὁμολογοῦνται τοῖς ἀμεθόδοις μὲν ὄντως, ὀνόματι δὲ σεμνῷ τῷ τῆς μεθόδου, καθάπερ τινὶ προβλήματι κεχρημένοις. οὔτε γάρ Ἱπποκράτης οὔτε Διοκλῆς οὔτε Πλειστόνικος οὔτε Πραξαγόρας οὔτε Μνησίθεος οὔτε Φιλότιμος οὔτε Ἐρασίστρατος οὔτε Ἡρόφιλος οὔτε ἄλλος τις ἰατρὸς οὔτε λογικὸς οὔτ’ ἐμπειρικὸς ἠρέσθη ταῖς Θεσσαλοῦ κοινότησι. καὶ μὴν εἰ χρὴ παραβαλεῖν ἀλλήλαις τὰς διαφωνίας, οὐ μικρῷ τινι προὔχουσαν εὑρήσεις τὴν περὶ τοῦ Θεσσαλοῦ κοινότητα. τριῶν γὰρ οὐσῶν ἐν ἰατρικῇ κατὰ γένος αἱρέσεων, ὡς αὐτοὶ λέγουσιν, ὅταν οἵ τ’ ἀπὸ τῆς ἐμπειρίας ὄντες οἵ τε δογματίζοντες ἀναιρῶσι τὰς Θεσσαλοῦ κοινότητας, οὐ μικράν τινα χρὴ νομίζειν τὴν τοιαύτην διαφωνίαν, ἀνυπέρβλητον τὸ μέγεθος αὐτῆς γίγνεται, μήτ’ αὐτοῦ  τοῦ γεννήσαντος τὰς κοινότητας Θεμίσωνος μήτε τῶν ἀπ’ αὐτοῦ μηδενὸς, ἀλλὰ μήτε τῶν ἀμεθόδων Θεσσαλείων μηδενὸς φυλάξαντος αὐτάς. οὐδεὶς γοῦν ἐστιν ὃς οὐκ ἤτοι προσέθηκεν αὐταῖς ἄλλο ἢ ἀφεῖλεν ἢ μετεκόσμησέ πως. καίτοι γε οὐδ’ εἰ πάντες οὗτοι συνεφώνουν ἀλλήλοις, οὐδ’ οὕτω σμικρά τις ἦν ἡ διαφωνία πρὸς τοὺς ἄλλους αὐτοῖς. ὁπότε δ’ ἐπ’ ἐκείνοις ἅπασιν οὐδ’ αὐτοὶ συμφέρονται, μόνος οὖν ἀπολείπεται ὁ Θεσσαλὸς ἔχων οὐδένα, πρὶν ἄχρι λόγου τοῦτον τὸν Ἰουλιανόν. ἔργῳ μὲν γὰρ ἐδείχθη καὶ οὗτος ἐναντιώτατα λέγων αὐτῷ καὶ ὅστις περὶ τούτου πεισθῆναι βούλεται, τοῖς περὶ τῆς μεθοδικῆς αἱρέσεως ὑπομνήμασιν ἡμῶν ἐντυχέτω. ἀλλὰ καίτοι μόνος ὁ Θεσσαλὸς εἰ φαίη τοῖς ὑπὲρ ἀληθείας ἀγωνιζομένοις ἀπόδειξιν εἶναι τὸ κριτήριον καὶ συμφωνίαν τῶν τοῖς ἄλλοις δοκούντων, οὐδεὶς αὐτοῦ καταγνώσεται, εἶτα Θεσσαλοῦ μὲν οὐ προκαταγινώσκομεν, ἅπασι τοῖς ἄλλοις διαφωνοῦντος Ἱπποκράτους, ᾧ πρὸς τοῖς ἀρίστοις ἰατροῖς οἱ κράτιστοι τῶν φιλοσόφων μαρτυροῦσιν, ἀπιστήσομεν δ’ ἐκ μόνης διαφωνίας; τίς ἂν τοῦτον ἀνασχέσθαι δύναται; τίς περιμεῖναι τῷ λόγῳ τοιούτῳ; τίς οὐκ ἂν ἀλγήσειεν ἀπολλὺς τὸν χρόνον εἰς ἀντιλογίαν ἀνθρώπου, μήθ’ ὧν αὐτὸς εἶπε μεμνημένου μήθ’ ὧν γράφει συνιέντος; ἀλλὰ αὐτὸ δὴ τοῦτο τὸ κατὰ τὴν παροιμίαν ὅ τι περ ἂν ἐπὶ γλῶτταν ἔλθοι φλυαροῦντος. Ἀλλὰ γὰρ ἐάσαντες ἤδη καὶ ταῦτα τῶν ἑξῆς εἰρημένων ἀκούσωμεν αὐτῷ καὶ πρώτης γε τῆς ῥήσεως, ἐν ᾗ φησι τὸν προκείμενον ἀφορισμὸν ῥίζαν τε καὶ πηγὴν ἔχειν τὸ ὅτι πλῆθος ὑγρῶν τῶν νοσημάτων ἐστὶ συνεκτικὸν αἴτιον. ἄμεινον ἴσως κἀνταῦθα παραγράψαι τὴν ῥῆσιν ὅλην αὐτοῖς ὀνόμασι. γέγραπται δ’ οὕτως ὑπ’ αὐτοῦ αὐτίκα ὧδέ πως εἰρημένον. καιρὸς γὰρ ἤδη ἐπὶ τὴν ἐξ εὐθείας παρελθεῖν ἀντίῤῥησιν. ἐν τῇσι ταραχῇσι τῆς κοιλίης, ὡς τὸ παραλειπόμενον τοῦ ἀφορισμοῦ ἅπαν ῥίζαν τε καὶ πηγὴν ἔχειν τὸ ὅτι πλῆθος ὑγρῶν νοσοποιεῖ τὰ σώματα, κατὰ ἔννοιαν συνεκτικοῦ αἰτίου, ὅθεν ἀποδεδειγμένον τὸ οὐκ ἐν ὑγροῖς εἶναι αἴτια τῶν παθῶν, ψευδὴς γὰρ ἡ δόξα συναποδέδεικται καὶ ἡ τοῦ ἀφορισμοῦ μοχθηρία, ὅτι ἀδήλῳ σπέρματι ἕπονται ψεύδη. αὕτη μὲν ἡ ῥῆσις αὐτοῦ· κάλλιστον δ’ ἦν, εἴπερ ἀνεχώρει γενέσθαι θέατρόν τι πληρώσαντας, μὴ τοιοῦτον οἷον ὁ Θεσσαλὸς ὑποθέμενος ἐστεφάνωσεν ἑαυτὸν ἐν τοῖς ληρώδεσι βιβλίοις, ἀλλ’ ὄντος μεστοῦ ἀνδρῶν πεπαιδευμένων, ἐρέσθαι τὸν Ἰουλιανὸν, ὁποίας ὁρμώμενος ἀποδεικτικῆς μεθόδου τὸν εἰρημένον ὑπ’ αὐτοῦ ἀληθῆ λόγον νομίζει. γενήσεται γὰρ, εἴ τις ἑρμηνεύσει αὐτὸν, ἐν ᾧ προσήκει τοιόσδε· τοῖς ἡγουμένοις ἐπὶ ταῖς κενώσεσιν ὠφελεῖσθαι τοὺς κάμνοντας ἀναγκαῖόν ἐστι συνεκτικὸν αἴτιον ὑποθέσθαι τῶν νόσων πλῆθος. εἰ δ’ ἀληθής ἐστιν ὁ λόγος οὗτος, ἡδέως ἂν ὡς ἐπαίδευσα θεάτρου πεπαιδευμένων ἀνδρῶν, ἵνα κἂν ἐκ τοῦ πλήθους αὐτῶν αἴσθηταί ποτε τῆς ἐμπληξίας ὁ ληρώδης Ἰουλιανός. ἐκ μὲν γὰρ αὐτῶν τῶν λεγομένων ἀδύνατον αἰσθέσθαι τοιούτῳ γε ὄντι. τοιοῦτος γάρ ἐστιν, οἷον ἑαυτὸν ἐνδείκνυσι διὰ τῶν γραμμάτων, ἀλλ’ ὡς ἐν τῷ θεάτρῳ καλῶς ἐγχειρήσει ταῦτα καὶ νῦν ἐρῶ. ἡ τῶν Θεσσαλείων ὄνων ἀγέλη φλεβοτομοῦσι παμπόλλους τῶν πυρεττόντων. εἰ μὲν βλάπτεσθαι νομίζουσιν ἐκ τῆς κενώσεως αὐτοὺς, οὐκ ὀρθῶς φλεβοτομοῦσιν· εἰ δ’ ὠφελεῖσθαι, συνεκτικὸν αἴτιον ὑποτεθέντες πλῆθος, ὅπερ οὐ βούλονται. τάχ’ οὖν ἄν τις ἐξ αὐτῶν εἴποι· καὶ τὶς ἀνάγκη συνεκτικὸν αἴτιον εἶναι τὸ πλῆθος ὠφελούσης τῆς κενώσεως; πρὸς ὃν ἀποκρίνεσθαί μοι ῥᾷον, ὡς ἀνάγκη μὲν οὐδεμία. λέγει δ’ οὖν ταῦτα τῶν ἐκ τῆς ἀγέλης τῆς ὑμετέρας οὑτωσὶ καὶ δείξω τὸν Ἰουλιανὸν, ἐκεῖνόν τε φήσω δίκαιον εἶναι λόγον ὑπέχειν ὧν ἐλήρησεν. οὕτω μὲν ἐν τῷ θεάτρῳ προσηνέχθη τις αὐτῷ. νυνὶ δὲ, οὐ γὰρ ἔχομεν θέατρον, εἰς τὰς αὐτὰς λαβὰς ὀλίγοι ἥκουσι, πάντες ἄν τ’ ἀληθεῖς ὑπάρχωσιν ἄν τε καὶ προφανῶς ψευδεῖς. Ἰουλιανός τε γὰρ ἀεὶ γράφει τὸ ἐπελθὸν αὐτῷ, μηδεπώποτε φροντίσας ἀληθείας. ἔγωγε παρ’ ὅλον ἐμαυτοῦ τὸν βίον οὐδὲν οὕτω σπουδάσας ὡς γνῶναι πρῶτον μὲν ἀποδεικτικὴν ἐπιστήμην, ἀσκηθῆναι δ’ αὐτῆς αὐτὴν μετὰ πάσης σπουδῆς, ἔοικα κάμνειν μάτην. ὅσοι μὲν γὰρ ἀποδείξει παρακολουθοῦσι, τάχα μὲν καὶ γινώσκουσιν ὅτι μηδέπω τῶν Ἰουλιανοῦ ἐφιστάμενοι λήρων. ὅσοι δ’ ἐκ τῆς ἀγέλης εἰσὶν αὐτοῦ τὴν ἀρχὴν οὐδὲν μανθάνουσι τῶν λεγομένων. διὰ ταῦτα τοίνυν αὐτὰ καὶ πρόσθεν ἔλεγον, οὐ μικρόν μοι τοῖον ἆθλον οἱ φίλοι προέταξαν, ὧν ἕνεκεν ἐπιστημονικωτέρων ἅψομαι λόγων. ἐχρῆν μὲν δήπου μὴ φθέγγεσθαι μόνον ὀνόματα τῆς διαφορᾶς τῶν αἰτίων προσήκοντα τὸν Ἰουλιανὸν, ἀλλὰ καὶ φυλάττειν αὐτῶν τὰ σημαινόμενα. νυνὶ δὲ, καὶ γὰρ τοῦτο ἕν ἐστι τῆς ἐμπληξίας ἁπάντων τῶν μεθοδικῶν κοινὸν, ἄχρι μὲν τῆς προσηγορίας ἥκει τῶν συνεκτικῶν αἰτίων, οὐ παρακολουθεῖ δ’ ὅπη διαφέρει τῶν προηγουμένων ἢ πάντως ἂν ἐγίνωσκον ὅτι ἡ τῶν νοσημάτων αὔξησις τῶν προηγουμένων ἔργων ἐστὶν. ἃ γὰρ ὅλως ἤρξατο τῆς γενέσεως τοῦ νοσήματος, ἀνάγκη ταῦτα αὐξάνειν αὐτὰ μέχρι  περ ἐνεργῆ τι παρόμοιον. εἰ οὕτως ἔτυχε δριμὺ φάρμακον, ὡς ἑλκοῦν δύνασθαι, μιᾷ μὲν ὥρᾳ κατὰ τοῦ δέρματος ἐπιτεθὲν, αὐτὴν μόνην ἑλκώσει τὴν καλουμένην ἐπιδερμίδα. πλέονι δὲ χρόνῳ πλησιάζον ἔργον ἀξιόλογον ἐργάσεται πρώτου μὲν τοῦ δέρματος, εἶτα καὶ τῶν ὑποκειμένων σαρκῶν. καὶ τά γε καλούμενα σηπτὰ μέχρι μὲν τῶν ὑποκειμένων ὀστῶν ἐνίοτε προέρχεται, διακαίοντα τὴν ἐπικειμένην αὐτοῖς ἅπασαν σάρκα. τοιαύτην οὖν φύσιν ἐχόντων τῶν προηγουμένων αἰτιῶν, οὐχ οἷόν τε τὸ γεγονὸς ἤδη πάθος ἰάσασθαι μενόντων. ὅπου γὰρ ἐδείχθη μεῖζον γινόμενον, οὐκ ἂν δήπου τελέως ὑγιασθείη, πρὶν τὸ ποιοῦν ἀρθῆναι. τὰ τοίνυν προηγούμενα τῶν αἰτιῶν οἷόν περ καὶ τὸ πλῆθος, ὑποκείσθω γὰρ πρῶτον ἐν τῷδε τῷ λόγῳ προηγούμενον, εἰ μή τις ἐκκόψει πρότερον, ἀδύνατον αὐτῷ τὸ ἤδη γεγονὸς πάθος ἰάσασθαι καί διὰ τοῦτο Ἀσκληπιάδης πλῆθος ἡγεῖται προκατάρχειν νόσων, ὑπό τε τῆς κενώσεως αὐτῆς φησιν ὠφελεῖσθαι τοὺς κάμνοντας, οὐκ εἰς τὸ λύειν ὧν ἐποίει ἤδη παθῶν, ἀλλ’ εἰς τὸ μηκέτι αὔξεσθαι αὐτὰ, ἀπαιτεῖ τοῖς ἰατροῖς ἐπιτελεῖσθαι τὴν ἴασιν. ἀλλὰ γὰρ ὑποκείσθω τὸ πλῆθος γίγνεσθαί ποτε νόσων αἴτιον συνεκτικὸν, ἀναγκαῖον αὐτοῦ τῇ κενώσει παύσασθαι τὸ νόσημα. καὶ μὴν οὐδέποτέ ἐστιν, ὥς φησιν Ἀσκληπιάδης, συνεκτικόν. ἀποχωρήσαντας γὰρ ἐνταῦθα, ληρώδους Ἰουλιανοῦ βέλτιον Ἀσκληπιάδῃ διαλεχθῆναι, κἂν εἰ μηδὲν ἄλλο νομίμως ὑπάρχοντι σοφιστῇ. λόγους γὰρ εἴωθεν ὁ ἀνὴρ οὗτος πιθανωτάτους ἐρωτᾷν, οὐκ ἀκόμψως πεπανουργημένους, ὅπερ ἦν ἔργον οἶμαι σοφιστοῦ. τοιοῦτος δὲ δή τίς ἐστι καὶ ὃν ἐφεξῆς ἔγραψεν Ἰουλιανὸς, οὐ μὰ τὸν Δία τῆς δυνάμεως αἰσθανόμενος ἑαυτοῦ. πάντα γὰρ ἂν ἐγεγράφει τοὺς τοιούτους, ἀλλ’ ἀπομνημονεύσας εἰρημένων ὑπὸ Ἀσκληπιάδου. ὡς εἴ γε τῶν ἰδίων Ἰουλιανοῦ λόγων ἦν, ὁμοίως ἀνεφαίνετο τοῖς ἔμπροσθεν ληρώδης. ὁ τοίνυν Ἀσκληπιάδης φησὶν ὡς, εἴπερ ἦν συνεκτικὸν αἴτιον τὸ πλῆθος τῶν παθῶν ἐπὶ δαψιλέσι κενότησιν ἐνίοτε κατὰ τὴν ἀρχὴν τῆς νόσου γινομέναις, εὐθὺς ἁπάντων ὀχληρῶν ὁ κάμνων ἀπαλλάττεται· νυνὶ δὲ φαίνεται πολλάκις αὐξανομένας τὰς νόσους ἤδη τοῦ πλήθους καθῃρημένου. οὗτος ὁ λόγος ἱκανὸς πιθανός ἐστι καὶ διὰ τοῦτο δεῖται λύσεως ἰδίας, οὐ μὴν ἅπτεται τῶν κατὰ τὸν ἀφορισμὸν Ἱπποκράτους εἰρημένων. οὐ γὰρ ἐκ δόγματος ἐκεῖνα τὴν πίστιν ἔσχηκεν, ἀλλ’ ἐκ λογισμοῦ κοινοῦ πάντων ἀνθρώπων, ᾦ καὶ τοὺς ἐμπειρικοὺς ἔφην χρῆσθαι, διὸ καὶ λύομεν αὐτὸν τὸν Ἀσκληπιάδον λόγον, οὐχ ὡς προσήκοντα τοῖς κατὰ τὸν ἀφορισμὸν εἰρημένοις. ἀλλ’ ἐπειδὴ βέλτιον εἶναι δοκεῖ τῶν Ἰουλιανοῦ λήρων ἀνεσχημένον ἄχρι δεῦρο γυμνάσασθαί ποτε διαλεκτικώτερον ἀνθρώπῳ προσπελάσαντας ὅτι σοφιστῇ. ὅταν οὖν ὀνομάζῃ πλῆ θος ὁ Ἀσκληπιάδης, ἐρωτάτω αὐτὸν ὁπότερόν φησιν, ἆρά γε τὸ πρὸς τὴν δύναμιν, εἴτε τὸ πρὸς τὴν χώραν τῶν ἀγγείων, ὃ δὴ κατὰ τὸ ἔγχυμα καλεῖν εἰσιν εἰθισμένοι; καὶ πότερον τὸ καθ’ ὅλον τὸ σῶμα γιγνόμενον, ἢ κἂν ἐν μέρει τινὶ συνίσταται. τὸ μὲν οὖν ὡς πρὸς τὴν δύναμιν οὐδ’ εἰπεῖν αὐτῷ δυνατὸν ἀνῃρηκότι τὰς δυνάμεις σχεδὸν ἁπάσας αἷς διοικεῖται τὸ ζῶον. τὸ δ’ ὡς πρὸς τὴν χώραν τῶν ἀγγείων. ἔστι μὲν δήπου καὶ τοῦτο διττὸν ἢ τῷ κατὰ φύσιν μέτρῳ παραβαλλόμενον ἢ ψιλῷ καὶ μόνῳ τῷ μὴ τέγγεσθαι. δύναται δὲ ἑκάτερον αὐτῶν ἤτοι καθ’ ὅλον ὑπάρχειν τὸ ζῶον ἢ καθ’ ἕν τι μόριον ἢ πλείω. καὶ δέδεικται πρὸς ἡμῶν ἔν τε τοῖς ὑπομνήμασιν, ἐν οἷς τὰς αἰτίας τῶν συμπτωμάτων διερχόμεθα, κἀν τῷ τῶν παρὰ φύσιν ὄγκων, ὅτι ὁ σπασμὸς ἐνίοτε καὶ ὁ τρόμος ἥ τε φλεγμονὴ διὰ παντὸς ἐρυσίπελάς τε καὶ τὸ καλούμενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν οἴδημα καὶ πρὸς τούτοις ἕτερά τε πάθη πληθωρικὴν ὑπόθεσιν ἔχονται καὶ εἴ τις κενώσει τὸ πλῆθος, αὐτίκα τὸ μόριον εἰς τὸ κατὰ φύσιν ἐπανερχόμενον. εἴρηται δὲ καὶ περὶ τῶν συνεκτικῶν αἰτίων ἑτέρωθι δεικνύντων ἡμῶν ὅτι τε τοὔνομα καὶ τὸ πρᾶγμα αὐτὸ, καθ’ οὗ τοὔνομα τῆς στωϊκῆς αἱρέσεώς ἐστι καὶ ὡς οὐκ ὀρθῶς ὑπειλήφασιν, οὔτ’ ὀνομάζουσιν οἱ νεώτεροι τῶν ἰατρῶν ἅπαν τοῦτο τὸ γένος, ὅτι τε καὶ ἡμεῖς ἑπόμενοι πολλάκις αὐτοῖς, ὅπως μὴ δόξωμεν ἐρίζειν ὑπὲρ τοῦ ὀνόματος, ἔνια μὲν τῶν αἰτιῶν οὕτω καλεῖσθαι συγχωροῦμεν, οὐ μὲ Διὰ, ὅσα τῶν ἁπλῶν ὄντων ἐστὶν, ἀλλὰ τῶν ἐν τῷ γίγνεσθαι τὸ εἶναι κεκτημένων. ἐν τούτῳ μὲν ἡ λύσις τοῦ σοφίσματος. ἅπαντα δὲ μεταφέρειν ἐνταῦθα τῆς Ἰουλιανοῦ φλυαρίας ἔργον οὐχ ἡμέτερον, ἀλλ’ ἐφ’ ἕτερόν τι τῶν προβεβλημένων ἴωμεν ὃ κοινῇ πρὸς ἅπαν ἐστὶ τῶν ἐν ὑγροῖς αἰτίων τὸ γένος ὑπάρχει διττὸν, ἐν πλήθει μὲν τὸ ἕτερον, ἐν διαφθορᾷ δὲ τὸ ἕτερον, ἀλλ’ ἀμφοῖν γε ῥᾴδιον ἔσεσθαί φασι τὴν ἴασιν, ἐν ἀκαρεῖ χρόνῳ δυναμένων ἡμῶν καὶ τοῦ πλεονάζοντος ἀποχέεσθαι τὸ περιττὸν καὶ τὸ διεφθαρμένον ὅλον ἐκκενῶσαι, ὥστ’ οὐδέποτε χρονίσειν νόσημα. τοῦτον οὖν τὸν λόγον οὕτως ὄντα σαφῆ τε ἅμα καὶ σύντομον ἀσαφῶς καὶ μακρῶς ὁ Ἰουλιανὸς ἔγραψε κατὰ τήνδε τὴν ῥῆσιν· αὐτίκα ἐν τῷ ἀφορισμῷ λῆμμα συνηρπάσθαι οὐκ ἀποδεδειγμένον τὸ ὅτι ὑγροῦ πλῆθος νοσοποιεῖ ἢ μεταβολὴ πρὸς τὸ οὐκ οἰκεῖον τῆς ἰδίας ποιότητος  ὄνομα ἰατρῶν παῖδες ἔθεντο κατὰ τοῦ ὅλου εἴδους διαφθορὰν, ὥστε τοῦ νοσοποιοῦ ἀποκρινομένου ὠφέλειαν ἔσεσθαι φαντάζεται σφόδρα. τὰ μὲν πρόσθεν τὴν ἀπὸ τοῦ ἀμάχου φαινομένην κρίσιν, ὑγροῦ τινος ἐν τῷ σώματι πλῆθος, τῆς νόσου τὸ αἴτιον εἶναι νομίζειν ἢ οὐ πλῆθος μὲν, προπὴν δέ. ἀδιανόητον γὰρ καὶ πρὸς τὴν ἀλήθειαν ἀσύμφωνον τόδε τυγχάνειν. ὤμην γὰρ τὰ πάθη εὔλυτα πάντα καὶ ἂν ἦν τι χρόνιον, ἥ τε θεραπεία πᾶσα μονοειδὴς, οὐδ’ ἡντιναοῦν δυσχέρειαν ἐργώδη ἔχουσα. ἁπλοῦν γὰρ ἦν ἐκ παρακειμένου κενῶσαι τὸ νοσοποιοῦν καὶ αὐτίκα ἐν ἀρχῇ καὶ κατὰ τὴν πρώτην ὑπόστασιν λύειν τὸ πάθος, ὥσθ’ ἑνὸς δεῖσθαι μόνου κενωτικοῦ βοηθήματος καὶ τοῦτο παρὰ πάντα καιρὸν ἐνεστῶτα πεσόντα ὁρίζειν καὶ αἵματος μὲν ὄντος μόνῃ ἀρκεῖσθαι φλεβοτομίᾳ, φλέγματος δὲ φλεγμαγωγῷ, χολῆς δὲ χολαγωγῷ.