Κατὰ μὲν τὴν ἀρχὴν τοῦ βιβλίου τὰ πλείω πρὸς Σαβῖνον ἀποτείνεται καταλιπὼν τὸν Ἱπποκράτην, καὶ τοῦτο μὲν, ὡς ἔοικεν, ἐν ἁπάσῃ ποιεῖ τῇ πραγματείᾳ. καίτοι πρὸς τοὺς Ἱπποκράτους ἀφορισμοὺς ἐπιγράφει αὐτὴν, οὐ πρὸς τὰς Σαβίνου ἐξηγήσεις, εἶτα φλυαρεῖ πολλὰ, καθάπερ ἔθος αὐτῷ, λῆρόν τινα ῥημάτων ἀσαφῶν συντιθεὶς, ὧν εἰ μὲν ἐλέγχειν τις ἐπιχειροῖ, φθάσει πληρώσας βιβλίον μέγιστον, πρὶν ἅψασθαι δόξῃ, συγχωρῶν οὐ λελέχθαι πάντα. γράφοντα μὲν οὖν δυσδιάθετον καὶ τοῦτο, μᾶλλον δ’ ἄπορον ἐσχάτως. ἐν μέντοι τοῖς αὐτοσχεδίοις λόγοις, οὓς πολλάκις ἐποιησάμεθα, παρόντων ἀνδρῶν πεπαιδευμένων ἐπιδέδεικταί τις ἡμῖν εὐπορία, καθ’ ὁμοιότητα τῶν εἰς τοὺς παλαιοὺς ἐξηγήσεων εὑρεθεῖσα· καθάπερ γὰρ ἐκείνων τὸ προβληθὲν βιβλίον ἐν ταῖς δημοσίοις ἐπιδείξεσιν ἐξηγούμεθα. * * * * εἰ δὲ ὁ μεθοδικὸς φαίη λεληθότως φυσικευόμενος, ὅτι μὴ ἀλαζὼν μηδὲ μεγαληγόρος, μηδ’ εἰς μέσον φέρω τὴν ἄνωθεν ῥίζαν τοῦ κεκρυμμένου δόγματος, δύο εἶναι τὰ  σώματος πάθη. τῷ γὰρ κατὰ φύσιν συνεστῶτι δύο ἂν ἐφεδρεύσειαν τροπαὶ καὶ μεταβολαὶ ἀλλήλαις ἐναντίαι, ἢ συναγομένου πλείω ἢ χεομένου βίᾳ, διανοητὰ ἂν δοκοίη λέγειν, οὐ μὲν διαφυσικευομένοις τοῖς φιλοσόφοις καὶ περὶ τῆς τῶν ὅλων ὕλης διειλεγμένοις, ἀλλ’ ἰατροῖς φυσικοῖς. αὕτη μέν σοι μία ῥῆσίς ἐστι τῶν θαυμαστῶν Ἰουλιανοῦ λόγων, οἷς ἀποχωρῶν ὧν ὁ Ἀσκληπιάδης καὶ Θεμίσων καὶ Θεσσαλὸς ἔθεντο στοιχεῖα, ἐπὶ τοὺς προειρημένους ἥκει φιλοσόφους ἀναιροῦντας ἐκ τοῦδε τοῦ κόσμου παντάπασι τὸ κενόν. ἑτέρα δ’ ἐφεξῆς αὐτῆς ἥδε· ἀλλ’ ἐπιχωρήσειν καὶ μήτ’ ἐκείνης κατάσχοιμ’ αὐτὸ λοιπὸν τῆς γλώττης, ὡς μὴ εἴποιμι. τί γὰρ ἂν ἐμοὶ τόδε; ἢ ὅτι ταῖσδε ταῖς τροπαῖς, ὥσπερ ἠκολούθησεν ἡ τῶν στοιχείων γένεσις, οὕτω καὶ θερμοῦ φύσις καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ. ἐκείνων γὰρ πρώτων τῶν γόνων ἔγγονα ποιήματα ἂν εἴη. ὅρα πῶς ἐν ὑψηλοτάτοις θρόνοις καὶ μετεωροτάτοις καθημένη ἡ μέθοδος ἐλάνθανεν, ἣν ὑπὸ ἐπιεικείας καὶ μετριότητος βουλόμενος λανθάνειν. ἐν οὐρανῷ ἔδειξα καὶ ἐξεκάλυψα μόνος καὶ πρῶτος ἐπισκοτοῦν νέφος παραγαγὼν καὶ ἐλευθερώσας. ταῦτ’ οὖν ὁ Ἰουλιανὸς λέγει καὶ τούτων ἑξῆς. ἄλλο τι μὴ νῦν ξυμφεροίμην Ἐπικούρῳ οὐχ ἑλόμενος αὐτοῦ τὰ στοιχεῖα, οὐχ ἑνώσαντι τὴν οὐσίαν. ἐν μὲν δὴ τῷ περὶ τῆς μεθόδου ταῦτά τε καὶ ἄλλα πολλὰ γέγραπται, τὸ βιβλίον ὅλον Ἰουλιανοῦ ἐπιγράφοντος Φίλωνα. δι’ ἄλλου δ’ αὖθις, ἐν ᾧ περὶ τῶν ψυχικῶν καὶ σωματικῶν παθῶν ὁ λόγος ἐστὶν αὐτῷ, γράφει ταυτί· σύμμετρον μὲν δὴ κατάστασιν καὶ μεμετρημένην συναγωγῆς τε καὶ χύσεως ὑποστησάμενοι ἐπὶ τῶν ἀνθρωπείων συγκριμάτων, ὄνομα αὐτῇ ἐθέμεθα ὑγείαν. ἥδε δὲ ἡ μεσότης ὑπὸ τῶν νόσων ἐπιβουλευθεῖσα ἐξ ἀνάγκης πάσχει τὰ σώματα συναγόμενα καὶ σκληρυνόμενα καὶ ξηρότερα γιγνόμενα ἢ χεόμενα καὶ μαλακυνόμενα καὶ ὑγραινόμενα. Αὗται μὲν οὖν αἱ ῥήσεις τοῦ λαμπροτάτου σοφιστοῦ, Ζήνωνι καὶ Ἀριστοτέλει καὶ Πλάτωνι τοὺς μεθοδικοὺς ἰατροὺς ἕπεσθαι φάσκοντος. ἡμεῖς δ’ αὖθις ἀναμνήσομεν αὐτῶν ὡς ἕκαστος τούτων τῶν φιλοσόφων ἅμα πολλοῖς τοῖς μετ’ αὐτὸν εὐκρασίαν μὲν ἡγεῖται τὴν ὑγείαν εἶναι θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ. νοσήματα δὲ γίγνεσθαι τὰ γοῦν κατὰ δίαιταν ὑπερβάλλοντος ἑκάστου τῶν εἰρημένων ἢ ἐλλεί ποντος, εἶναι δὲ καὶ χυμοὺς ἐν τῷ σώματι, τοὺς μὲν ὑγροὺς καὶ ξηροὺς κατὰ δύναμιν, ἐνίους δὲ θερμοὺς ἢ ψυχροὺς ἀναλογίζοντας νοσήμασιν. οὕτω Πλάτων ἅμα τοῖς ὑπ’ αὐτοῦ πᾶσιν, οὕτως Ἀριστοτέλης ἅμα τοῖς ἐκ τοῦ περιπάτου, οὕτω Ζήνων καὶ Χρύσιππος ἅμα τοῖς ἄλλοις στωϊκοῖς ἐγίνωσκον. Ἰουλιανὸς δ’ οὐδ’ ἀνέγνω τι βιβλίον ὧν εἶπον ἀνδρῶν, οὔθ’ ὅλως ἀκολούθου καὶ μαχομένου σύνεσιν ἔχει, πάντως γὰρ ἂν ᾔσθετο τῇ μὲν ἀναιρούσῃ τὸ κενὸν αἱρέσει ταῦθ’ ἑπόμενα, τοῦθ’ ὑπάρχειν εἰπούσῃ συμμετρίαν μέν τινα πόρων εἶναι τὴν ὑγείαν. ἐν στεγνώσει δὲ καὶ ῥύσει τῶν δι’ αὐτὸ φερομένων συνίστασθαι τὰ κατὰ διαίτην νοσήματα. πότερον οὖν Ἀριστοτέλους καὶ Χρυσίππου καὶ τῶν ἄλλων ἁπάντων περιπατητικῶν τε καὶ στωϊκῶν ἑξῆς παραγράψω τὰς ῥήσεις, ἐν αἷς φλέγμα καὶ χολὴν αἰτιῶνται καὶ τὰ πρῶτα νοσήματα τέτταρα ὑπάρχειν φασὶν, ὥσπερ καὶ τὰ στοιχεῖα τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρόν. ἢ τοῦτο μὲν ὡς ἂν οὐχ ἓν ἢ δύο βιβλία πληρῶσαι δυνάμενον, ἀλλὰ καὶ τρία καὶ τέτταρα καὶ πλείω παραλιπεῖν ἄμεινον, ἀρκεσθῆναι δὲ μόνον τοῖς ὑπὸ Πλάτωνος εἰρημένοις. εἰς οὓς ἅμεινον τοῦτο πρᾶξαι καὶ μὴ συναδολεσχεῖν τὰ πάντα ληρώδει σοφιστῇ. τοσοῦτον μόνον εἰπὼν ὑπὲρ τῶν ἐκ τοῦ περιπάτου τε καὶ τῆς στοᾶς τῶν φιλοσόφων ἀπαλλάξομεν. οὐδὲν ἂν εὑροῖς οὔτ’ Ἀριστοτέλους οὔτε Θεοφράστου βιβλίον, ἐν ᾧ περὶ νοσημάτων ἀναγκασθέντες εἰπεῖν τι θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ μνημονεῦσαι διῆλθον τὸν λόγον, ἀλλὰ καὶ τούτων ἀεὶ μέμνηνται καὶ σὺν αὐτοῖς πολλάκις ἑκατέρας τῆς χολῆς, μελαίνης τε καὶ ξανθῆς, οὐκ ὀλιγάκις δὲ καὶ φλέγματος, οἵ γε τὰς διαφορὰς αὐτῶν διέρχονται, τὸ μὲν ὀξὺ, τὸ δ’ ἁλμυρὸν ἢ ἁλυκὸν, ἄλλο δὲ γλυκὺ προσαγορεύοντες. οὐ μὴν οὐδὲ Χρύσιππος ἑτέρως, ἀλλ’ οὕτως ἀεὶ καὶ περὶ νοσημάτων καὶ περὶ τῶν χυμῶν διαλέγεται. εἴ τις ἐθέλοι μόνων τῶν εἰρημένων τριῶν ἀνδρῶν ἐκλέγειν τὰς ῥήσεις, οὐκ ὀλίγα πληρώσει βιβλία, σχολάζων δ’ οὕτως τις ὥσπερ Ἰουλιανὸς ἐπὶ τῆς Ἀλεξανδρείας ἐσχόλαζεν. ἐὰν δὲ καὶ τῶν ἄλλων τῶν στωϊκῶν ἢ περιπατητικῶν ἑκάστου ἐκλέγειν τὰς ῥήσεις, ὅλην βιβλιοθήκην πληρώσει· ἀλλ’ ὥσπερ ἔφην, ἐάσας τούτους, ἀρκεσθήσομαι μόνον τοῦ Πλάτωνος ῥήσεσιν, ἑπομένου κατὰ πάντα τοῖς τοῦ Ἱπποκράτους δόγμασιν. οὐ μὴν οὐδὲ παρὰ τούτων τῶν ἄλλων ἐκλέξας βιβλίων ὄντων πολλῶν, ἀλλ’ ἐξ ἑνὸς ἀρκεσθησόμενος μόνου τοῦ Τιμαίου περιγράφομαι ταῦτα. τὸ δὲ τῶν νόσων ὃ ξυνίσταται, δῆλόν που καὶ παντί. τεττάρων γὰρ ὄντων γενῶν ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς καὶ ὕδατός τε καὶ πυρὸς καὶ ἀέρος, τούτων ἡ παρὰ τὴν φύσιν πλεονεξία καὶ ἔνδεια καὶ τῆς χώρας μετάστασις ἐξ οἰκείας ἐπ’ ἀλλοτρίαν γινομένη. πυρός τε αὖ καὶ τῶν ἑτέρων, ἐπειδὴ πλέονα γένη ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προσῆκον ἕκαστον ἑαυτῷ προσλαμβάνει καὶ πάνθ’ ὅσα τοιαῦτα, εἰ στάσεις  καὶ νόσους παρέχει. παρὰ φύσιν γὰρ ἑκάστου γιγνομένου καὶ μεθισταμένου, θερμαίνειεν ὅσα ἄν περ πρότερον ψύχηται. ξηρὰ δ’ ὄντα εἰς ὕστερον γίνεται νοτερὰ καὶ κοῦφα δὴ καὶ βαρέα καὶ πάσας πάντη μεταβολὰς δέχεται. ἐν ταύτῃ μὲν οὖν τῇ ῥήσει σαφῶς ὁ Πλάτων ἀκολουθεῖ τῷ Ἱπποκράτει κατὰ πρῶτα στοιχεῖα καὶ τὰς ποιότητας αὐτῶν. ἐν δὲ τοῖς μετὰ ταῦτα καὶ τοὺς χυμούς πως αἰτιώμενος τῶν νοσημάτων ὡδί πως φησί· τὸ δὲ λευκὸν φλέγμα διὰ τὸ τῶν πομφολύγων πνεῦμα χαλεπὸν ἀποληφθὲν, ἔξω δὲ τοῦ σώματος ἀναπνοὰς ἴσχον ἠπιώτερον μὲν, καταποικίλλει δὲ τὸ σῶμα, λεύκας, ἀλφούς τε καὶ τὰ τούτων συγγενῆ νοσήματα ἀποτῖκτον. μετὰ δὲ χολῆς μελαίνης κερασθὲν ἐπὶ τὰς περιόδους τὰς ἐν τῇ κεφαλῇ θειοτάτας οὔσας ἐπισκεδαννύμενον καὶ ξυνταράττον αὐτὰς, καθ’ ὕπνου μὲν ἐὸν πρᾳότερον, ἐγρηγορόσι δὲ ἐπιτιθέμενον δυσαπαλλακτότερον· νόσημα δ’ ἱερᾶς ὂν φύσεως ἐνδικώτατα ἱερὸν λέγεται. καὶ ταύτῃ γε τῇ ῥήσει πάλιν ἐπιφέρον ἑτέραν φησί· φλέγμα δ’ ὀξὺ καὶ ἁλμυρὸν, πηγὴ πάντων νοσημάτων ὅσα γίνεται καταῤῥοικὰ, διὰ δὲ τοὺς τόπους εἰς οὓς ῥεῖ παντοδαποὺς ὄντας, παντοῖα ὀνόματα εἴληφεν. οὕτω μὲν οὖν ὁ Πλάτων περὶ τοῦ φλέγ ματος ἀπεφήνατο καὶ σὺν αὐτῷ μελαίνης χολῆς. ἐφεξῆς δ’ ἄκουσον ἃ λέγει περὶ τῆς ξανθῆς· ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος ἀπὸ τοῦ κάεσθαί τε καὶ φλέγεσθαι, διὰ χολὴν γέγονε πάντα. λαμβάνουσα μὲν οὖν ἀναπνοὴν ἔξω παντοῖα ἀναπέμπει φυσήματα ζέουσα, καθειργνυμένη δὲ ἐντὸς πυρίκαυστα νοσήματα πολλὰ ἐμποιεῖ. μέγιστον δ’ ὅταν αἵματι καθαρῷ συγκερασθεῖσα τὸ τῶν ἰνῶν γένος ἐκ τῆς ἑαυτῶν διαφορῇ τάξεως, αἳ διεσπάρησαν εἰς αἷμα, ἵνα συμμέτρως λεπτότητος ἴσχοι καὶ πάχους καὶ μήτε διὰ θερμότητα, ὡς ὑγρὸν ἐκ μανοῦ τοῦ σώματος ἐκρέοι, μήτ’ αὖ πυκνότερον δυσκίνητον ὂν μόγις ἀντιστρέφοιτο ἐν ταῖς φλεψί. καιρὸν δὴ τούτων ἶνες τῇ τῆς φύσεως γενέσει φυλάττουσιν, ἃς ὅταν τις καὶ τεθνεότος αἵματος ἐν ψύχει τε ὄντος πρὸς ἀλλήλας ξυναγάγοι, διαχεῖται πᾶν τὸ λοιπὸν αἷμα. ἐαθεῖσαι δὲ παχὺ μετὰ τοῦ περιεστῶτος αὐτὸ ψύχους ξυμπηγνύασι. ταύτην δὴ τὴν δύναμιν ἐχουσῶν ἰνῶν ἐν αἵματι, χολὴ φύσει παλαιὸν αἷμα γεγονυῖα καὶ πάλιν ἐκ τῶν σαρκῶν εἰς τοῦτο τετηκυῖα, θερμὴ καὶ ὑγρὰ, κατ’ ὀλίγον τὸ πρῶτον ἐμπίπτουσα, πήγνυται διὰ τὴν τῶν ἰνῶν δύναμιν. πηγνυμένη δὲ καὶ βίᾳ κατασβεννυμένη χειμῶνα καὶ τρόμον ἐντὸς παρέχει. πλεῖον δ’ ἐπιῤῥέουσα, τῇ παρ’ αὐτῆς θερμότητι κρατήσασα, τὰς ἶνας εἰς ἀταξίαν ζέσασα διέσωσε. καὶ ἐὰν μὲν ἱκανὴ διὰ τέλους κρατῆσαι γένηται, πρὸς τὸ τοῦ μυελοῦ διαπεράσασα γένος, καίουσα ἔλυσε τὰ τῆς ψυχῆς αὐτόθεν οἷον νεὼς πείσματα, μεθήκε δὲ ἐλευθέραν. ὅταν δὲ ἐλάττων ᾖ, τό τε σῶμα ἀντίσχῃ τηκόμενον, αὐτὴ κρατηθεῖσα ἢ κατὰ πᾶν τὸ σῶμα ἐξέπεσεν ἢ διὰ τῶν φλεβῶν εἰς τὴν κάτω ξυνωσθεῖσα ἢ τὴν ἄνω κοιλίαν, οἷον φυγὰς ἐκ πόλεως στασιασάσης ἐκ τοῦ σώματος ἐκπίπτουσα, διαῤῥοίας καὶ δυσεντερίας καὶ τὰ τοιαῦτα νοσήματα πάντα παρέχετο. ταυτὶ μὲν οὖν ἐν μόνῳ τῷ Τιμαίῳ Πλάτων εἶπεν ἑπόμενος Ἱπποκράτει· τὰ δὲ τῶν ἄλλων αὐτοῦ βιβλίων εἴ τις ἐκλέγοι, πάντα δόξει μιμεῖσθαι μακρολογίας ἕνεκα τὸν Ἰουλιανόν. ἔτι δὲ δὴ μᾶλλον εἰ τὰ παρὰ Θεοφράστου καὶ Ἀριστοτέλους καὶ Χρυσίππου καὶ πᾶσι τοῖς περιπατητικοῖς τε καὶ στωϊκοῖς εἰρημένα, περὶ θερμοῦ καὶ ὑγροῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ χολῆς καὶ φλέγματος, ὑγείας τε καὶ νόσου παραγράφῃ σύμπαντα. καὶ γὰρ νῦν ἡγοῦμαι ἤδη τινὰς μέμφεσθαι τοῦ μήκους ἡμῖν τῶν λόγων εἰς ἔλεγχον ἀναισθήτου σοφιστοῦ συγκειμένων. ὃς γὰρ οὐκ ὤκνησεν, ὦ Ζεῦ καὶ θεοὶ, Πλάτωνα μὲν καὶ Ἀριστοτέλην καὶ Ζήνωνα καὶ τοὺς ἀπ’ αὐτῶν φιλοσόφους ἐπαινεῖν, ἐξελέγχειν δὲ τὰ περὶ τῶν τοῦ σώματος στοιχείων ὑφ’ Ἱπποκράτους εἰρημένα, τί ἂν ἐπὶ τῶν πάντων ὁ τοιοῦτος εἰπεῖν αἰδεσθῇ; ἢ ταῦτα μὲν ἀφείσθω. Σκέψαι δ’ ἑξῆς ἃ γράφει μὴ συγχωρῶν, ὡς ἔοικε, μηδὲ τοὔνομά τινι σκέψασθαι τῆς φύσεως. ἔστι δ’ ἀρχὴ τῆς ῥήσεως ἥδε· οὐδ’ ἂν πείσειαν ἡμᾶς τε ἢ αὐτοὺς ἐπ’ ἀληθείᾳ ὅτι ἴσασι τί ἡ φύσις ἐστὶν, ἣν ἄνω τε καὶ κάτω θρυλοῦσι τραγῳ δοῦντες πανταχοῦ ἤτοι θερμὸν ἁπλοῦν ἢ κρᾶμα κἀκ μίξεως ἢ ψυχροῦ οὐσίαν καὶ πνεύματος. κἄπειτα ἑξῆς τούτῳ ἐπιφέρει μὴ πολλὰ συγχωρῶν ἐγγνῶναι φύσεως οὐσίαν, ὥσπερ Ἱπποκράτους γεγραφότος ὄνομα φύσεως ἐν τῷ προκειμένῳ νῦν ἡμῖν ἀφορισμῷ, ἀλλ’ οὐκ ἐν τοῖς αὐτομάτοις γιγνόμενον εἰρηκότος. πόθεν ἐπεισῆλθε τὸ τῆς φύσεως ὄνομα; πόθεν δ’ ἄλλοθεν ἢ ἐκ τῆς συνήθους Ἰουλιανοῦ φλυαρίας ἀφορμὴν παρέξει λόγου μακροῦ, ὃν ἐάν τις ἀναπτύξῃ, προδήλως φωράσει τὸν λῆρον αὐτοῦ. ἐπεὶ τοίνυν ἅπαντες ἰατροὶ τῶν κενώσεων τὰς μὲν ὑπὸ φύσεως, τὰς δ’ ὑπὸ τύχης γίγνεσθαί φασιν, ἐνδεικνύμενοι τὴν αἰτίαν αὐτῶν ἐνίοτε μὲν ἐξ αὐτοῦ τοῦ τῶν καμνόντων ὁρμᾶσθαι σώματος, ἔστι δ’ ὅτ’ ἔξωθεν ἀφορμὴν ταύτην εἶχε περὶ τοῦ ληρῆσαί τι περὶ τοῦ τῆς φύσεως ὀνόματος. ἔστι δ’ ὃ βούλεται λέγειν ἐν κεφαλαίῳ περιλαβόντι τοιόνδε. φυσικὰς κενώσεις οὐδὲ φθέγγεσθαι προσῆκεν, ἀγνοοῦντας ὅ τι ποτ’ ἐστὶν ἡ φύσις. ἀλλ’, ὦ γενναιότατε  σοφιστῶν οὐδ’ ὅτι ψυχὴν ἔχομεν ἢ αἴσθησιν ἢ νοῦν ἢ λογισμὸν ἢ μνήμην ὁ τοιοῦτος λόγος ἐπιτρέψει γιγνώσκειν, ὡς ἑκάστου γε καὶ τούτων δύσγνωστος ἡ οὐσία. καὶ τί θαυμαστόν; ὅπου γὰρ καὶ τὸν ἥλιον αὐτὸν, ὃν ἐναργέστατα βλέπομεν, οὐκ ἴσμεν ἀκριβῶς ὁποῖός ἐστι τὴν οὐσίαν, ἤ πού τε περὶ φύσεως ἢ ψυχῆς ἢ μνήμης ἤ τινος ἑτέρου τῶν τοιούτων ἑτοίμως ἀποφανούμεθα. ἀλλ’ ὥσπερ καὶ ταῦτα αὐτῶν ὀρθῶς εἰρήκαμεν καὶ οὕτως ὅταν τὴν ἔννοιαν αὐτῶν ἑκάστου καὶ τὴν τῆς ὑπάρξεως διάγνωσιν ἔχωμεν ἐναργῆ, προσθεῖναι χρὴ τῷ λόγῳ. ἅπαν μὲν γὰρ φυτὸν ὑπὸ φύσεως διοικεῖται, πᾶν δὲ ζῶον ὑπὸ φύσεώς τε ἅμα καὶ ψυχῆς. εἴ γε δὴ τὴν μὲν τοῦ τρέφεσθαί τε καὶ αὐξάνεσθαι καὶ τῶν τοιούτων ἔργων αἰτίαν ὀνομάζομεν ἅπαντες ἄνθρωποι φύσιν, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ τῆς ἕξεως αὐτῆς κινήσεως ψυχὴν, ὥστ’ οὐδεὶς ἡμῶν οὔτε καταψεύδεται τῶν ἔργων τῆς φύσεως οὔτ’ ἐπειδὴ ταῦτα γιγνώσκει καὶ τὴν οὐσίαν αὐτῆς εὐθὺς οἷός τε, καθάπερ οὐδὲ τὴν τοῦ ἡλίου, ἀλλ’ ἀνατέλλοντα μὲν αὐτὸν ὁρῶμεν ἐναργῶς, ὥσπερ γε καὶ δυόμενον ἅπαντά τε τὸν μεταξὺ τόπον ἀμείβοντα τάξει καὶ χρόνῳ ἀφωρισμένῳ, τὴν δ’ οὐσίαν ὁποῖός τίς ἐστιν ἐπὶ χολῇ ζητοῦμεν. εἰ μὲν οὖν ἀδύνατον ἦν γνῶναι τὰς φυσικὰς ἐκκρίσεις ὁπότε γίνονται, χωρὶς τοῦ προγνῶναι τὴν οὐσίαν αὐτῆς ἐργαζομένης αὐτὰς φύσεως, εἰκότως ἂν δείξας ἐκεῖνος ἄγνωστον, εὐθὺς αὐτῇ συνανῄρηκε τὴν τούτων γνῶσιν. ἐπεὶ δ’ ἐγχωρεῖ κἂν ἐκείνην τις ἀγνοῇ, ταύτας γοῦν γιγνώσκειν, ἐκ περιττοῦ φλυαρεῖ ταῦτα πάνθ’ ὁ θαυμασιώτατος Ἰουλιανός. ἡμεῖς γὰρ, ὅταν χωρὶς φαρμάκου καθαίροντος ἔμετος ἢ συχνὴ κάτω γένηται κένωσις, εἴτε δι’ ἐντέρων εἴτε κατὰ τὰς μήτρας, ἅπαντα τὰ τοιαῦτα φύσει τε γεγονέναι φαμὲν ἢ ὑπὸ φύσεως ἢ φυσικῶς. οὐδὲν γὰρ διαφέρει, μιμούμεθά τε φανερῶς ὠφελήσαντες τοὺς κάμνοντας. Ἰουλιανὸς δ’ ἔοικεν οὐδ’ ὃ πάντες ἄνθρωποι λέγουσί τε καθ’ ἑκάστην ἡμέραν καὶ γιγνώσκουσιν, οὐδὲ τοῦτ’ ἐπίστασθαι, κατὰ φύσιν μὲν ἔχειν τοὺς ὑγιαίνοντας, παρὰ φύσιν δὲ τοὺς νοσοῦντας. εἰ γὰρ οὐκ ἔξεστιν οὐδὲν τῶν τοιούτων ὀνομάτων χρῆσθαι, μὴ πρότερον ἐπισταμένους τῆς φύσεως τὴν οὐσίαν, οὔτε τοὺς ὑγιαίνοντας ὅτι κατὰ φύσιν ἔχουσιν ἐροῦμεν οὔτε τοὺς νοσοῦντας ὅτι παρὰ φύσιν. ἀλλὰ γὰρ εἰ βούλει καὶ τοῦτ’ αὐτῷ δῶμεν ἐκ περιουσίας καὶ συγχωρήσομεν, εἰ μὴ πρότερον εἰδείημιν ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ τὰ σώμαθ’ ἡμῶν συνέστηκεν, ἀμήχανον εἶναι μιμήσασθαι τὰ καλὰ ὑπὸ φύσεως ἢ τύχης γιγνόμενα. τί οὖν κωλύει γιγνώσκειν ἡμᾶς ἀκριβῶς τοῦτο μέχρις ἂν ἡμεῖς τε λέγειν ἔχωμεν ἀπόδειξιν δόγματος, οἵ τ’ ἄριστοι τῶν φιλοσόφων, οὓς καὶ σὺ θαυμάζεις αὐτὸς, ὁμολογῶσιν Ἱπποκράτει τε καὶ ἀλλήλοις, εἰ μή τις τὴν διαφωνίαν ἱκανὸν οἴεται μάρτυρα εἶναι τῆς ἀγνοίας τοῦ δόγματος, ἐξαίφνης ἀπορητικός τις ἀντὶ στωϊκοῦ γεγονώς. εἰ γὰρ δὴ τούτῳ πέπεισαι τῷ λόγῳ, φάσκοντι μηδὲν τῶν διαπεφωνημένων πᾶσι τοῖς φιλοσόφοις εἰς γνῶσιν ἀνθρωπίνην ἀφικέσθαι δύνασθαι, τί δή ποτε οὐ πολὺ πρῶτον ἁπάντων ἀπιστεῖς ταῖς καλαῖς σου κοινότησιν, ἃς ἡ κατὰ τὸν οὐρανὸν οἰκοῦσα μέθοδος ἐγέννησεν; ἀλλ’ οὐδεὶς τῶν ἄλλων ἰατρῶν εἶδεν αὐτὰς ἀμυδρῶς, ἐναργῶς δὲ, ὡς νομίζει ὁ Θεσσαλὸς, καὶ τό γε μεῖζον τούτου, ὅτι καίτοι θεασαμένου καὶ δείξαντος αὐτὰς τοῦ Θεσσαλοῦ τῷ λαμπροτάτῳ χορῷ τῶν ἀμφ’ αὐτὸν ἰατρῶν, ὅμως οὐδεὶς οὐδενὶ συνεφώνησαν, ἀλλ’ ἄχρι δεῦρο πολεμοῦσι μείζονα πόλεμον, ὃν Θεσσαλὸς ἐπολέμησε τοῖς συμφοιτηταῖς. εἴπερ οὖν διαφωνία σημεῖόν ἐστι τῆς τῶν πραγμάτων ἀγνοίας, ἁπασῶν πρῶτον ἀπιστητέον ταῖς τοῦ Θεσσαλοῦ κοινότησι, ὅσον καὶ πλείστη γε περὶ αὐτῶν ἐστιν ἡ διαφωνία. τὸ μέντοι γε τὴν τοῦ σώματος ἡμῶν φύσιν ἤτοι γε ἐξ ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ γῆς ἢ ἐξ ὑγροῦ καὶ ξηροῦ καὶ θερμοῦ καὶ ψυχροῦ συμμέτρως ἀλλήλοις κεκραμένων γεγονέναι διαπεφώνηται μὲν, ἀλλ’ οὐκ εἰς τοσοῦτον, ὅσον αἱ Θεσσαλοῦ κοινότητες, εἴ γε καὶ Πλάτων καὶ Ζήνων, Ἀριστοτέλης τε καὶ Θεόφραστος, Εὔδημός τε καὶ Κλεάνθης καὶ Χρύσιππος ἅμα πολλοῖς φιλοσόφοις, ὧν οἱ μὲν στωϊκοὺς, οἱ δὲ περιπατητικοὺς, οἱ δὲ Πλατωνικοὺς ἑαυτοὺς ὠνόμασαν, ὁμολογοῦσιν ἀμφ’ αὐτάς· αἱ δ’ ὑπὸ Θεσσαλοῦ κοινότητες εἰρημέναι, τοσούτου δέουσιν ἀρέσκειν τοῖς ἄλλοις ἰατροῖς, ὥστ’ οὐδ’ αὐταὶ τούτοις ὁμολογοῦνται τοῖς ἀμεθόδοις μὲν ὄντως, ὀνόματι δὲ σεμνῷ τῷ τῆς μεθόδου, καθάπερ τινὶ προβλήματι κεχρημένοις. οὔτε γάρ Ἱπποκράτης οὔτε Διοκλῆς οὔτε Πλειστόνικος οὔτε Πραξαγόρας οὔτε Μνησίθεος οὔτε Φιλότιμος οὔτε Ἐρασίστρατος οὔτε Ἡρόφιλος οὔτε ἄλλος τις ἰατρὸς οὔτε λογικὸς οὔτ’ ἐμπειρικὸς ἠρέσθη ταῖς Θεσσαλοῦ κοινότησι. καὶ μὴν εἰ χρὴ παραβαλεῖν ἀλλήλαις τὰς διαφωνίας, οὐ μικρῷ τινι προὔχουσαν εὑρήσεις τὴν περὶ τοῦ Θεσσαλοῦ κοινότητα. τριῶν γὰρ οὐσῶν ἐν ἰατρικῇ κατὰ γένος αἱρέσεων, ὡς αὐτοὶ λέγουσιν, ὅταν οἵ τ’ ἀπὸ τῆς ἐμπειρίας ὄντες οἵ τε δογματίζοντες ἀναιρῶσι τὰς Θεσσαλοῦ κοινότητας, οὐ μικράν τινα χρὴ νομίζειν τὴν τοιαύτην διαφωνίαν, ἀνυπέρβλητον τὸ μέγεθος αὐτῆς γίγνεται, μήτ’ αὐτοῦ  τοῦ γεννήσαντος τὰς κοινότητας Θεμίσωνος μήτε τῶν ἀπ’ αὐτοῦ μηδενὸς, ἀλλὰ μήτε τῶν ἀμεθόδων Θεσσαλείων μηδενὸς φυλάξαντος αὐτάς. οὐδεὶς γοῦν ἐστιν ὃς οὐκ ἤτοι προσέθηκεν αὐταῖς ἄλλο ἢ ἀφεῖλεν ἢ μετεκόσμησέ πως. καίτοι γε οὐδ’ εἰ πάντες οὗτοι συνεφώνουν ἀλλήλοις, οὐδ’ οὕτω σμικρά τις ἦν ἡ διαφωνία πρὸς τοὺς ἄλλους αὐτοῖς. ὁπότε δ’ ἐπ’ ἐκείνοις ἅπασιν οὐδ’ αὐτοὶ συμφέρονται, μόνος οὖν ἀπολείπεται ὁ Θεσσαλὸς ἔχων οὐδένα, πρὶν ἄχρι λόγου τοῦτον τὸν Ἰουλιανόν. ἔργῳ μὲν γὰρ ἐδείχθη καὶ οὗτος ἐναντιώτατα λέγων αὐτῷ καὶ ὅστις περὶ τούτου πεισθῆναι βούλεται, τοῖς περὶ τῆς μεθοδικῆς αἱρέσεως ὑπομνήμασιν ἡμῶν ἐντυχέτω. ἀλλὰ καίτοι μόνος ὁ Θεσσαλὸς εἰ φαίη τοῖς ὑπὲρ ἀληθείας ἀγωνιζομένοις ἀπόδειξιν εἶναι τὸ κριτήριον καὶ συμφωνίαν τῶν τοῖς ἄλλοις δοκούντων, οὐδεὶς αὐτοῦ καταγνώσεται, εἶτα Θεσσαλοῦ μὲν οὐ προκαταγινώσκομεν, ἅπασι τοῖς ἄλλοις διαφωνοῦντος Ἱπποκράτους, ᾧ πρὸς τοῖς ἀρίστοις ἰατροῖς οἱ κράτιστοι τῶν φιλοσόφων μαρτυροῦσιν, ἀπιστήσομεν δ’ ἐκ μόνης διαφωνίας; τίς ἂν τοῦτον ἀνασχέσθαι δύναται; τίς περιμεῖναι τῷ λόγῳ τοιούτῳ; τίς οὐκ ἂν ἀλγήσειεν ἀπολλὺς τὸν χρόνον εἰς ἀντιλογίαν ἀνθρώπου, μήθ’ ὧν αὐτὸς εἶπε μεμνημένου μήθ’ ὧν γράφει συνιέντος; ἀλλὰ αὐτὸ δὴ τοῦτο τὸ κατὰ τὴν παροιμίαν ὅ τι περ ἂν ἐπὶ γλῶτταν ἔλθοι φλυαροῦντος.